Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

»οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός«, διὸ καὶ ὸὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου ἁμαρτίας ἐσκήνωται τὰ πνευματικά. »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ύπὸ τὴν ἁμαρτίαν«, οἶον·

ἐγὼ δὲ σάρκινος ὤν καὶ ἐν μέσῳ τοῦ πονηροῦ καὶ ἀγαθοῦ κατασταθεὶς ὡς αὐτεξούσιος, ἵν᾿ ἐπ᾿ ἐμοὶ <τὸ> ἑλέσθαι ὅ βούλομια ᾖ »τέθεικα« γάρ φησι »πρὸ σου τὴν ζωὴν καὶ τὸν θάνατον«), νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου οἶον τῆς ἐντολῆς, ὑποκοῦσαι δὲ τοῦ ὑλικοῦ οἶον τοῦ ὅφεως τῆς συμβουλίας, πέπραμαι διὰ τὴν τοιαύτην αἵρεσιν, πεσὼν ὑπὸ ἁμαρτίαν, τῷ διαβόλῳ.

ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν καὶ ἐνιζάνει καὶ ἐμπολιτεύεται εἰσοικισθὲν ὲν τῇ σαρκί μου, καθάπερ κηφὴν ἐν κηρίῳ μελίσσης περιποτώμενος πολλάκις περὶ αὐτὸ καὶ βομβῶν, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ.

διὸ καί »οὐ [*](2. 7 öm. 7, 13 — 9. 11f öm. 7, 14 — 14 Deut. 30, 15 — 21 öm. 7, 15) [*](M U S Phot.) [*](1 ἐπὶ 1] ἐν Phot. | ἀλλὰ U 2 οἰόμεθα M S | ὅλ(ος ἀνωφελὲς . . . ἢ ἤ <S | ὅλως <Phot. | ποιεῖν hinter βλαβερὸν Phot. 3 ἐμοὶ ὡς] μοι ὡς ὁμοίως U 4 τοῦ θεοῦ + wegen der Knechtung S 5 f καὶ ἐναπομάξασθαι — ὀλέθρου] u. Unreinheit zu empfangen S <Phot. 6 αἰτίας U | ἀλλὰ M U 7 γένηται καὶ <S 7 f εὑρετὴς καὶ τέκτων ] Meister S 8 καὶ τέκτων <Phot. | καὶ 2 <S 8 f καὶ διορισθῇ — ἐπιτροπεύσας <Phot. 8 ό <M 9 τὰ ἐναντία M | > * nach S 10 οὐδὲν] κατ᾿ οὐδὲν U | αἴτιον U | οὐδενί <S 11 καὶ ἁμαρτίας <S | ἐσκήνηνται Phot. ist S 12 τὴν Μ ἀγαθοῦ καὶ πονηροῦ Phot. | ἵνα Phot. 14 > * nach S | ὅ βούλομαι] des Guten u. ösen S 16 ἐπακοῦσαι Phot, 16f τοῦ ὑλικοῦ — συμβουλίας] dem Rat des Fleisches, nämlichd der Schlange S 17 τὴν συμβουλίαν U | guten freien Wahl S 18 f ὅθεν ἐντεῦθεν — σαρκί μου <S 18 καὶ <U Phot. 19 κηφὴν, dazu am untern Rand von 1. Hd. δκνίφην U 20 μελίσσης] der Bienen S | περιποτώμενος] περὶ ἰπτάμενος U | πολλάκις — βομβῶν βομβῶν <S | αὐτὸν MU 21 μου M | καὶ + τό Phot.)

490
γινίσκω ὃ κατεργάζομαι«, λογιζόμενος ὃ μὴ θέλω· τὸ γάρ ὃ κατεργάζομαι οὐ γινώσκω, καὶ »ποιῶ ὃ μισῶ« λεγόμενον οὐκ ὲπὶ τοὺ τελεσιουργῆσαι τὸ φαῦλον καὶ δρᾶσαι παραληπτέον, ἀλλ᾿ ἐπὶ τοῦ μόνον ἐνθυμηθῃναι, λογισμῶν ἀνακείων ἡμῖν προσιπταμένων πλεονάκις καὶ ἐμφανταζόντων ήμᾶς πρὸς ἂ μὴ θέλομεν, τῆς ψυχῆς τοῖς λογισμοῖς περὶ πολλὰ περιαγομένης.

57. Οὐ γὰρ ἐφ᾿ ἡμῖν ὅλως τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι καῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. κωλῦσαι μὲν γὰρ μὴ ἐμπίπτειν εἰς ήμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, πρὸς δοκιμὴν ήμῶν ἔξωθεν εἰσπνεομένους, μὴ πεισθῆναι μέντοι ἤ μὴ χρῆσθαι αὐτοῖς δυνάμεθα.

ἐπεὶ πῶς ὁ ἀπόστολος τὸ μὲν κακὸν οὐχ ἥκιστα ᾦἀπηρέσκετο ἐποίει, τὸ δὲ καλὸν ᾦ ἠρέσκετο ἥκιστα, εἰ μὴ περὶ τῶν ὀθνείων ἐνθυμημάτων ἔλεγεν, ἅ ἐνθυμούμεθα ἔσθ᾿ ὄτε καὶ μὴ βουλόμενοι, ἐξ οἵας οὐ γινύσκοντες αἰτίας;

ἅ ἀνατρέπεσθαι χρὴ καὶ ἐπιστομίζεσθαι, ἵνα μὴ εὐρυνόμενα τῶν περάτων κρατήσωσι τῆς ψυχῆς. ἀμήχανον γὰρ τούτων ἐνευκαιρούντων ἐν ἡμῖν ἐπανατεῖλαι τὸ ἀγαθόν.