Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

43. Διὸ ἐπίστησον, ὡς καὶ ὁ κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός — δόγμα γὰρ τοῦτο Σαδδουκαίων· ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀποκηρύσσωσι, προσῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, »προσῆλθον δὲ αὐτῷ« εἰπών »καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν —

ὁ οὖν Χριστός, εἰ μὴ ἦν ἀνάστασις σαρκός, ἀλλὰ μόνον ἐσῴζετο ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῳς καὶ ὀρθῶς φρονοῦσι. νυνὶ δὲ ἀποκρούεται λέγων »ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν«, οὐ τῷ σάρκα μὴ ἔχειν,

ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ καὶ φωσίν, ἀγγέλοις κατὰ τοῦτο παραπλησιασθέντας, ἵν᾿ ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ.

οὐ γὰρ εἶπεν »ἔσονται ἄγγελοι«, ἀλλ᾿ »ὡς ἄγγελοι«, οἷον »δόξῃ μὲν καὶ τιμῇ« κατὰ τὸ γεγραμμένον »ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες« καὶ ἐγγὺς δντες τοῦ εἶναι ἄγγελοι.

καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ γαλήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων· [*](8 Matth. 22, 23 — 11 Matth. 22, 30—18 Psal. 8, 6) [*](M U S Pa) [*](1 ἐποίησεν αὐιόν 〈 S 3 ἐπίστησον ὡς 〈 S | καὶ U Pa | τὰ αὐτὰ 〈 S | ταῦτα 〈 Pa 4f εἰς τὴν — Σαδδουκαίων 〈 Pa 5 καὶ M 〈 6 τὸν . . . λόγον 〈 S | τῆς (vor σαρκὸς) 〈 Pa 7 ἀποκηρύσσωσι] ἀποκηρύσσουσι Μ ἀπο///ρήσωσι, ein Buchstabe ausradiert U ἀπορήσωσι Pa erforschen S | προσῆλθον αὐτῷ 〈 S | ὁ αὐτὸς Pa 8 προσῆλθον — εἰπὼν καὶ 〈 S | δὲ 〈 U Pa | εἰπών] φησί U | καὶ 〈 Pa 8f ἀνάστασιν μὴ εἶναι U 9 ἦν hinter σαρκὸς Pa 10 vor ψυχὴ + Μ | καὶ ὀρθῶς 〈 S 10f ἀποκρίνεται MU 11 ἐκγαμίσκονται Pa 12 τῷ2] τὸ M 13 καὶ γαμίσκεσθαι Pa 〈 S | ἀλλ᾿ Pa | φωσίν] φῶς ἵν᾿ M φησίν U im licht S 〈 Pa 14 πατὰ τοῦτο 〈 Μ | πλησιασθέντες Pa | τῷ 〈 Pa 15 καὶ ἡμεῖς hinter παραδείσῳ Pa | μήτε γάμοις] 〈 Pa | ἢ εἰλαπίναις] εἰσιλαπίνες M 〈 S | ἔτι 〈 S 16 τῷ] τὸ MPa τοῦ U 16f καὶ γεωργεῖν — Χριστοῦ] und za leben in Euigkeit S 17 ἡμῶν M Pa | ἀλλὰ M 18—20 οἷον δόξῃ—εἶναι ἄγγελοι 〈 Pa 18 κατὰ τὸ γεγραμμένον 〈 S 20 καθάπερ + denn S | ἔλεγεν] uir sagen S 21 τῷ] τῷν MU | νυκτὸς — κεκοσμημένων] da auch der Mond in der Nacht Scheint, indem er voll ist S)

467
ἡ σελήνη φαίνει ὡς ὁ ἤλιος· καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ’ ὡς ἤλιον,