Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἄλλο γὰρ γένος τὸ τῶν ἀγγέλων καὶ ἄλλο τὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν, ὅτι μὴ τάγμα ἓν καὶ μία σύστασις καὶ φυλὴ καὶ φατριὰ τῶν ἀθανάτων, ἀλλὰ γένη καὶ φυλαὶ καὶ διαφοραί. καὶ οὔτε τὰ Χερουβὶμ τῆς ἰδίας ἐξιστάμενα φύσεως εἰς τὴν τῶν ἀγγέλων ἰδέαν μετασκευάζονται οὔτε αὖ πάλιν εἰς ἑτέραν οἱ ἄγγελοι. εἶναι γὰρ αὐτὰ χρὴ καὶ ὅ εἰσι καὶ ὃ γεγόνασιν.

ἀτὰρ καὶ ὁ ἄνθρωπος τὸν κόσμον οἰκεῖν καὶ τῶν ἐν αὐτῷ πάντων ἡγεμονεύειν κατασταθεὶς <ἀπὸ> τῆς ἐξ ἀρχῆς διακοσμήσεως, ἀθάνατος ὢν τοῦ εἶναι ἄνθρωπος οὔποτε μεταβληθέσεται, οὔτε εἰς τὴν τῶν ἀγγέλων οὔτε εἰς τὴν τῶν ἑτέρων μορφήν, ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν τῶν ἄλλων, τῆς ἐξ ἀρχῆς ἰδέας μετακοσμούμενοι, μεταβάλλονται.

ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν μεταπλασθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὸν ἄνθρωπον φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸ τοῦ ἐκπεσεῖν ἀθάνατος ὤν.

χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς τάξεως αὐτοῦ τόπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν καὶ οἱ θειότεροι [*](MUS pa) [*](1 τότε < S Pa | ἄγγελοι] Engel Gottes im Himmel S 1 f ἔνθα — ἐπέφερες > S 2 οἱ1 > Pa | ἐπέφερεν U | σαρκῶν Pa 3 καὶ2 > M 4 ἀνάγκη — γυμνοὺς] ἀγγέλους Pa 5 ἄριστε ὡς] ἀριστέως M 6 εἰς ἀγγέλους] ἰσαγγέλους Μ 7 διεκόσμησεν U + sie S 7 f ἐξουσίας u. θρόνους vertauscht MU 8 τὸ1 > Μ | ἀγγέλων] ἀρχῶν U 8 f ἀρχῶν καὶ ἐξουσιῶν] ἀρχῶν καὶ > MU Thronen S 9 καὶ φυλὴ > S | φατριὰ] φθαρτρία M πατριὰ U Pa 9 f τῶν ἀθανάτων — διαφοραί] der Engel, d. h. der Unsterblichen — nicht, sage ich — eine Klasse noch Geschlecht, sondern verschiedene S 10 ἀλλὰ + καὶ Pa 11 εἰδέαν MU > S 12 αὖ — ἑτέραν] εἰς ἑτέρων πάλιν MU 12 f εἶναι — γεγόνασιν > S 13 ἀτὰρ] εἰ γὰρ U | οἰκεῖν + bestellt S 14 κατασταθεὶς] ταχθεὶς Pa | <ἀπὸ> * nach S | ἐξ < Pa 16 f εἰς Ÿ— μετακοσμούμενοι] in der anderen Klasse S 17 τῶν < U 18 μεταπλασθῆναι] μορφὴν πλασθῆναι M | ἢ μετασκευασθῆναι < S 19 τὸν ἄνθρωπον] τὴν ἀνθρωπείαν U | ἀλλ᾿ Pa | εἰς < S | ἐξ ἀρχῆς < S 20 ὤν < S | χρῆναι M Pa | τάξεως] ἕξεως MPa | ἑαυτοῦ U | τόπω MU 21 ὦσι] εἰσὶ M | vor οὐρανοὶ + oἱ Pa)

465
τοποι καὶ τὰ ακρατα και ακραιφνη φῶτα τῶι Σεραφιμ, α παρεστηκασι τῇ μεγάλῃ βουλῇ διακρατούσῃ τὸ πᾶν, 6 δὲ κόσμος ἀνθρώπων.

ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ’ ἂν ὁ λόγος ἄναβὰς εἰς κίνδυνον πέσῃ.