Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ποταπὸν γὰρ λοιπὸν εἰς πειθὼ τοῖς δυσχεραίνουσιν ἔτερον ἀλή- θευμα χρὴ δεικνύναι τῶν εἰρημένων ἀναρέστερον, οὖ ἀνέξονται; ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν φιλονεικίαν καὶ ἐκ τούτων ἄν τις καἰ ἐξ ἐτέρων ἐλέγχοι πλειόνων.

ἀποδείξομεν γὰρ ἐν τοὶς ἐξῆς προβαίνοντος τοῦ λόγου φύσεως ἀληθεύμασι καὶ οὐκ εἰκασίαις μήτε τὸν ’Ιερεμίαν »δεσμίους« ἠμᾶς »γῆς« διὰ τὴν πρὸν τὸ σῶμα κοινωνίαν εἰρηκέναι μήτε τὸν Δαυ δ κατὰ τοῦτο »πεπεδημένους«. ἄξιον γὰρ καὶ ταῦτα προφέρειν ἐν οῖς μάλιστα φαίνονται διαπίπτοντες.

περὶ μὲν οὖν τῶν δερματίνων χιτώνων καὶ ὄτι πρὸ τῆς κατασκευῆς αὐτῶν οἰ πρωτόπλαστοι διῆγον μετὰ σώματος, ἀθανασίας ἀπολαύοντες, ἔτι τε καὶ ὡς οὐ δύναται τὸ σῶμα δεσμὸς καὶ εἱρκτὴ νομίζεσθαι, τὰ προσήκοντα εἰπών, ὦ ἄνδρες δικασταί (δικαστὰς ὁμᾶς τῶν λόγων, ὦ κράτιστε Θεόφιλε, καλῶ), τρέψομαι λοιπόν ἐπὶ τὰ ἀκόλουθα, καθάπερ ὑπεσχόμην, τῶν προκειμένων, ἵν’ εὐκρινέστερον ιδωμεν ὃ βουσόμεθα.

26.Ὀ τῶν ὅλων δημιουργὸς θεός, ἐπειδὴ τὸ πᾶν εὐτάκτως συνεστή σατο καθάπερ μεγάλην πόλιν καὶ διεκόσμησε προστάσσων τῷ λόγῳ, ἕκαστόν τε αὐτῷ συμφώνως ἥρμοστο στοιχεῖον καὶ πάντα ζῴων πεπλήρωτο [*](11 vgl. Klagel. Jerem. 3, 34 — 13 Psal. 145, 7) [*](M U S Do (bis Ζ. 6) —S. 443, 18 Sacra Parall. Bruchst. Holl HoU (= Pa)) [*](1 αὐτῶ U Ι καὶ πέδας < S 2 δεσμῶται — φθορᾶς < S Ι φθορίας U 3 λελυμένοι M Ι ἐλεχθέντος Do 4 τὴν σάρκα] der Leib S Ι λέλυται < S Ι ἵνα] εἴναι U Ι δι’ αὐτὴν] διὰ τὴν M 5 ἢν *] ἦν M ἣν εἰ Pa wenn S Ι ἀπολαμβάνομεν U ἀπολάβωμεν S Pa 7 τοῖς δυσχεραί νουσιν < S 8 ἐναργέστερον Pet.] ἐνεργέστερον MU Ι οὗ] U 10 χων M Ι πλειόνων < S Ι ἀποδείξωμεν M U wir haben es gezeigt u. wir es zeigen S 11 μήτε] denn auch S Ι ’Ιηρεμίαν M 12 ἡμᾶς < S | nannte S Ι μηδὲ M 12 f μήτε — πεπεδημένους] aber Jeremias u. David redete davon S 13 καὶ < U Ι προσφέρειν M 14 φαίνονται] dahinfallen S 16 ἔτι τε < S 18 τῶν λόγων] den vorliegenden Worten S, vgl. Ζ. 19 Ι ω Θεόφιλε < S 19f καθάπερ — ὃ βουλόμεθα < S 19 ἵν’ < M τὸ πᾶν Pa 22 καθάπερ μεγάλην πόλιν hinter διεκόσμησε S 23 αὑτῷ Bonwetsch, nach S: in sich Ι ἥρμοστο] εἱρμόσατο Μ ἠρμώσατο U harmonisch irar S 23 f καὶ πάντα — διαφοραὶς < S)

442
διαφοραῖς, ἴνα τελείως ὁ κόσμος εἰς κάλλος αὐξηθῇ, παντοίας φύσεως ζωοτοκήσας μορφάς, ἄστρα μὲν κατὰ τὸν οὐρανὸν καὶ πτηνὰ κατὰ τὸν ἀέρα, τετράποδα δὲ κατὰ τὴν γῆν καὶ νηκτὰ κατὰ τὸ ὕδωρ, τελευταῖον τὸν ἄνθρωπον, προετοιμάσας ὡς οἰκίαν αὐτῷ καλλίστην τὸ πᾶν, πᾶν,

τῆς ἰδίας εἰκόνος ἐμφερὲς εἰς τὸν κόσμον εἰσήγαγεν, ἄγαλμα ὡς ἐν ναῷ καλῷ φαιδρὸν ταῖς ἑαυτοῦ χερσὶ κατασκευάσας.

ἠπέστατο γὰρ ὅτι πάντως ὄπερ ἄν τῇ τεχνήσηται χειρί, ἐξ ἀνάγκης ἔσται ἀθάνατον, ἅτε ἀθανασίας ἔργον ὄν.

ἀθανασᾳ γὰρ ἀθάνατα τὰ ἀθάνατα γέγνεται, καθάπερ καὶ τὰ κακὰ κακίᾳ κακὰ καὶ τὰ ἄδικα ἀδικίᾳ δικα. οὐ γὰρ δικαιοπραγεῖν ἔργον τὸ ἀδικεῖν ἀλλὰ ἀδικίας, οὐδ’ αὖ ἀδικίας ἀντιστρόφως τὸ δικαιοπραγεῖν ἔργον ἀλλὰ δικαιοσύνης, ὥσπερ οὐδὲ ἀφθαρσίας τὸ φθείρεσθαι ποιεῖν ἀλλὰ φθορᾶς, οὐδὲ φθορᾶς τὸ ἀθανατίζειν ἀλλ’ ἀφθαρσίας.

σίας. καὶ συλλήβδην οἶον ἂν ᾖ τὸ ποιοῦν, κατὰ τὸν αὐτὸν οὕτως λόγον τοιοῦτο καὶ τὸ ποιούμενον ἐξ ἀνάγκης ἀπεργάζεσθαι συμβαίνει.

ὁ Τε δεὸς ἀθανασία καὶ ζωὴ καὶ ἀφθαρσία, ἔργον δὲ ἄνθρωπος θεοῦ. πᾶν δὲ τὸ ὑπὸ ἀθανασίας ἐργασθὲν ἀθάνατον· ἀθάνατος ἄρα ὁ ἄνθρωπος. διὸ δὴ τὸν μὲν ἄνθρωπον αὐτούργησεν αὐτός, τὰ δὲ λοιπὰ γένη τῶν ζῴων ἀέρι καὶ γῇ καὶ ὔδατι προσέταξε φέρειν.

ἄνθρωπος δὲ ἀληθέστατα λέγεται κατὰ φύσιν οὔτε ψυχὴ χωρἰς σώμακτος οὔτ’ αὖ σῶμα χωρ’ς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. ὅθεν ἐντεῦθεν ἀθάνατον δὴ τὸν ἄνθρωπον γεγονέναι φαίνεται, φθαρᾶς τε ἁπάσης καἰ νόσων ἐκτός.