Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ γὰρ διὰ τὴν ἀμαρτίαν βασανιστήριον ἐδόθη, πρὸς τὸ ἀλγυνθεῖαν εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχήν, πῶς συνεργεῖ καὶ συναγωνίζεται τὸ σῶμα αὐτῇ πρὸς τὸ ἀδικεῖν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ συλλήβδην αἱ τοιαῦται πάσαι πρὸς ἀπανόρθωδιν τιμωροὶ μηχαναὶ ἐφεκτικαὶ τοῦ ἀδικεῖν καὶ ἁμαρτάνειν τοῖς κολαζομένοις γίγνονται, οὐ γὰρ ὅπως ὁ ἀδικήσας ἀδικήσῃ πλέον,

συνεργὸς αὐτῷ πρὸς τὸ ἀδικεῖν ὁ δεσμὸς δίδοται, ἀλλ᾿ ὅπως λήξῃ τοῦ ἀδικεῖν, βασανιζόμενος διὰ τῶν δεσμὼν. καὶ γὰρ οἱ δικασταὶ ταύτῃ πεδοῦσι τοὺς φαύλους.

κωλύονται γάρ, κἂν μὴ βούλωνται, κακοποιεῖν ὑπὸ τῶν δεσμῶν· ἐλευθεριαζόντων δὲ κακουργεῖν ἐστι καὶ ζώντων ἀφυσάκτως, ἀλλ᾿ οὐ πεπεδημένων.

ὁ δὲ ἄνθρωπος πρῶτον μὲν ἐφόνευσε κατὰ τὸν Κάϊν, ηἠξήθη πρὸς ἀπιστίαν, εἰδώλοις προσέσχεν, ἀπεστάτησε θεοῦ. καὶ πῶς αὐτῷ δεσμὸς τὸ σῶμα ἐδόθη; ἢ πῶς ὁ θεὸς μετὰ τὸ πρὸ σώματος ἀνομῆσαι τὸν ἄνθρωπον συνεργὸν πρὸς ἀδικίαν αὐτῷ μείζονα τὸ σῶμα ἔδοτο;

πῶς δὲ καὶ μετὰ τὴν κατασκευὴν τοῦ δεσμοῦ τό »ιδού, πρὸ προσώπου σου« λέγεται »τέρεικα τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκγεξαι τὴν ζωήν, τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, ἔκλεξαι τὸ ἀγαθόν« καί »ἐὰν θέλητε καὶ εἰσακούσητέ μου«. ταῦτα γὰρ ὡς αὐτεξουσιάζοντι καὶ οὐχ ὡς ὑπὸ δεσμὰ καὶ ἀνάγκην ἀγομένῳ ἐρρήθη.

ὥδτε ἐκ παντὸς συνίστασθαι μήτε πέδας ἢ φυλακὴν ἢ δεσμοὺς <δεῖν> νουίζειν τὸ σῶμα μήτε δεσμώτιδας γῆς διὰ ταῦτα ψυχάς, χοïκαῖς κατακρίνοντος αὐτὰς τοῦ θεοῦ δεθῆναι πέδαις.

πῶς γάρ, ὁπότε μὴ δύναται ἀποδειχθῆνκι τοῦτο; ἄτοπον δὲ κἀκεῖνο προφανῶς τὸ οἴεσθαι τὸ σῶμα ἐν τῇ κατὰ τοὺς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ [*](15 Deut. 30, 15 — 17 Jes. 1, 19 — 20 vgl. Klagel. Jerem. 3, 34) [*](M U S 22–S. 441, 6 Doctr. vett. Patr. S. 179, 21 ff Diekamp (= Do) Parall. Brachst. 415 Holl (= Pa)) [*](1 εἰ] ἕνα M 2 εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχὴν] Gott ehre S 3 καὶ GviaycoriZeraL < S | δεσμὸς M 4 καὶ πέδαι — πᾶσαι] u. das Übrige s | πᾶσαι < M 4f πρὸς ἐπανόρθωσιν — ἐφεκτικαὶ] kur Erhaltung u. Weisung u. zur Besserung S. 5 ἐπεκτικαὶ U | τοῦ ἀδικεῖν] der Unzucht S | τοῖς κολαζομένοις] den Sündigenden S 6 ἀδικήδει U | αὐτῷ] αὐτὸ M 6f πρὸς τὸ ἀδικεῖν] zur Vollbringung S 8 διὰ τὸν δεσμὸν M |)

441
ψυχῇ διὰ δεσμὸν αὐτὸ καὶ καὶ πέδας εῖναι, ἵνα μὴ αἰώνιοι Πιώμεθα κατάκριτοι δεσμῶται κατ6 αὐτοὺς φθορᾶς, ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς ἐσόμενοτ.

λελυμένου γὰρ ἱκανῶς καὶ ἐξελεγχθέντος τοῦ λόγου, ἐν ᾦ »δεσμὸν τῆς ψυχῆς« ὡρίσαντο εἰναι τὶν σάρκα, λέλυται καὶ τό· »ἵνα μὴ δεσμῶται δε’ αὐτὴν ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς — ἢν ἀπολαμβάνωμεν — ἐσόμεθα, διὰ τοῦτο οὐκ ἀναστήδεται«.

Ποταπὸν γὰρ λοιπὸν εἰς πειθὼ τοῖς δυσχεραίνουσιν ἔτερον ἀλή- θευμα χρὴ δεικνύναι τῶν εἰρημένων ἀναρέστερον, οὖ ἀνέξονται; ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν φιλονεικίαν καὶ ἐκ τούτων ἄν τις καἰ ἐξ ἐτέρων ἐλέγχοι πλειόνων.

ἀποδείξομεν γὰρ ἐν τοὶς ἐξῆς προβαίνοντος τοῦ λόγου φύσεως ἀληθεύμασι καὶ οὐκ εἰκασίαις μήτε τὸν ’Ιερεμίαν »δεσμίους« ἠμᾶς »γῆς« διὰ τὴν πρὸν τὸ σῶμα κοινωνίαν εἰρηκέναι μήτε τὸν Δαυ δ κατὰ τοῦτο »πεπεδημένους«. ἄξιον γὰρ καὶ ταῦτα προφέρειν ἐν οῖς μάλιστα φαίνονται διαπίπτοντες.