Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

κἂν γὰρ ἐπιχειρήσωμεν [*](M U S 8 μεῖζον — ἀπαλλάξαι Sacra Par all. Bruchst. 414 Eoll (= Pa)) [*](1 με] με] U Ι ἐπιχειρῖν < S Ι ἔφην < S 1 f καὶ μὴ — ποιῆσαι] damit ich eine Widerlegung des Worts bereite S 2 ἀποκάμιος U 3 ἂν ἐρωτώμενος U mit Fragen S Ι μικρὸν M Ι εἰσὶν Μιν U Ι οἱ λόγοι] die VerhandJmig S 4 οὖν τίνα] ὅντινα U Ι χρὴ τρόπον U Ι οὐδὲν < M Ι οἶμαι < S Ι τὸ σούτων κακῶν U 5 ἀπὸ τῶν — ὁπόταν < S 5 f ψευδῆ — δοξάζοι) nicht nach der Wahrheit glaubt S 6 ἰθι] uclcher S Ι ἀποσαφὲς M < S Ι καὶ] aber S 7 λέγει . . μὴ δοκῶ] nicht sage S 7 f φροντίσας ἢ ἐμοῦ] φρόνη ἐμοῦ M 8 vor μεῖζον + um Vieles S Ι μείζονα M Ι ἐλεγχθῆναι τοῦ < M Ι νομίζω < S 9 τὸ αὐτὸ M 10 παραλλήλους] παρ’ ἄλλους M Ι παραβλόντες M 12 τε κάλλιον] das Gute S Ι τε αἰσχρόν] das Böse S 13 νομίζης M 14 ἔφην U Ι δι’ ἅ] δὴ M Ι εἴρηκα] was er sagte S 15 καὶ σὺ δὲ — ἐγὼ] du aber nun, ich auch S Ι ἦν δὲ] ἦν μὲν U Ι καὶ φυλακὴν καὶ σῦμα < S 16 ἔφης] φῂς S Ι ἐγὼ δὲ + ἴφη S 17 λέγεις + hierüber jetxt S 18 καὶ 2] δι U 19 ἁπάντων + ὧν U Ι κακὸν M Ι φῂς S | ἅ < U 19f ἐμπόδιζον U 20 Μιν US Ι vor μὴ ἐῶντα + und S Ι μὴ ἐῶντα τῶν] μὴ ἐὸν τὸν U 21 καὶ γνῶσιν < S Ι ἐπιχειρήσωμεν] ich versuche S)

437
θηρεῦσαί τι τῶν ὄντων, ἀεὶ παρεμπίπτων ζόφος ζοφοῖ τὸ λογισμόν, μὴ ἐπιτρέπων ἡμᾶς ἐπισκοπῆσαι τὸ ἀληθὲς τρανῶς. ἀπάτης μὲν γὰρ ἡ διὰ τῶν ὤτων ἡμῶν πεπλήρωται σκέψις, ὡς ἔφης, ἀΠάτης δὲ καὶ ἡ διὰ τῆς ὅψεως, ἀπάτης καὶ ἡ διὰ τῶν ἄλλων αἰσθήσεων.

Ὀρᾷς, ἔφη, ὦ Εὐβούλιε, ὡς ἐγὼ ἕτοιμός εἰμί σε ἐπαινεῖν, ὁπόταν ὁρθῶς διασαφῇς τοὺς λόγους;

23. Ἄρα οὖν, ἵνα δὴ με κα μᾶλλον ἐπαινεσῃς, εἶ δεσμὸς τὸ σῶμα καθ’ ὁμᾶς δοκεῖ, οὐ δὐναται κακίας υπαίτιον εἶναι νομίζεσθαι τῇ ψυχῇ, καὶ ἀδικίας ἔτι, ἀλλὰ σωφροσύνης ἀντιστρόφως καὶ παιδείας.

ὧδε δὲ σκόπει· οὔτω γὰρ ἂν μᾶλλον ἀκολουθήσειας. ποῖ ἄγομεν τοὺς τὰ κάμνοντας; οὐ παρὰ τοὺς ἰατρούς; Δῆλον, ἔφη.

Ποῖ δὲ τοὺς ἁμαρτάνοντας; οὐ παρὰ τοὺς δικαστάς;

Ἀνάγκη.

Οὐκοῦν δίκην ὧν ἔδρασαν δώσοντας, ἔφην, δικαίως;

Ναί.

Τὸ δὲ δίκαιον πάγκαλον;

Ὡμολόγει.

Ὁ δὲ δικαίως κρίνων καλῶς ποιεῖ· δικαίως γὰρ κρίνει;

Συνέφη.

Τὸ Τε καλὸν ὠφέλιμον;

Φαίνεται.

Ὠφελοῦνται ἄρα οἶ κρινόμενοι. ἀναιρεῖται γὰρ αὐτῶν ταῖς βασάνοις ἡ πονηρία κωλυομένη, καθάπερ καὶ πρὸς τῶν ἰατρῶν τομαῖς καὶ φαρμάκοις αἱ νόσοι. τὸ γὰρ ἀδικοῦντα διδόναι δίκην ἐπανορθοῦσθαι τὴν ψυχήν ἐστι, τὴν μεγάλην νὀσον ἀδικίαν ἀποβάλλοντα.

Ὡμολόγει.

Τί δὲ ; οὐ κατὰ ἀναλογίαν τῶν ἀμαρτηθέντων τὰς κολάσεις τοῖς κολαζομένοις ζομένοις δικαίως προσφέρεσθαι ψῂς, καθάπερ καὶ τοῖς ἰατρευομένοις κατὰ ἀναλογίαν τῶν τραυμάτων τὰς χειρουργίας;

Ἐπένευσεν.

[*](M U S)[*](1 ἀεὶ < S Ι παρεμπίπτον MU Ι ζόφος < S Ι ζοφοῖ < πον M Ι μὲν < U 3 ἡμῶν x003C; M Ι ὡς ἔφης < S 4 ὄψεως] Augen S Ι ἡ διὰ τῶν ἄλλων αἰσθήσεων die übrigen Sinne S 7 δεσμὸς + rfer Seele S 9 καὶ ἀδικίας ἔτι < S 10 ὅποι M Ι τὰ σώματα < S ἴφη < S 13 δὲ < S 15 δίκην < S Ι ἔφην < S καλόν U 18 ὁμολόγει M ὁμολογεῖ U 19 δὲ < S Ι δικαίως γὰρ κρίνει < 20 συνέφη] auch ich sage es S 24 κωλυομένη < S 26 τὴν μεγάλην < S 27 ὁμολόγει U < S 28 f τοῖς κολαζομένοις δικαἰως < 8)
438

Οὐκοῦν ὁ μὲν δράσας ἄξια θανάτου τιμᾶται θανάτῳ τὴν δίκην, ὁ δὲ πληγῶν πληγαῖς, ὁ δὲ δεσμῶν δεμοῖς;

Ὠμολόγει.

Ζημιοῦται δὲ ὁ ὀφλήσας, ἔφην, δεσμοῖς ἢ πληγαῖς ἢ ἄλλῃ τινὶ τοιαύτῃ τιμωρίᾳ, ὅπως παύσηται μεταγνοὺς τοῦ ἀδικεῖν, ξύλον καθάπερ διεστραμμένον βασάνοις εὐθυνόμενος;

Ἀληθέστατα, ἔφη, λέγεις.

Τιμωρεῖται γὰρ αὐτὸν οὐ τοῦ παρεληλυθότος ἐγκλήματος ἕνεκα ὁ δικαστής, ἀλλὰ τοῦ μέλλοντος, ὅπως μὴ καὶ αὖθις ποιήσῃ τοῦτο.

Δῆλον, ἔφη.