Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἤδη γὰρ πάντως ἑώρακας δέρμα αῴου η ἄλλο τι τοιοῦτο γεμισθὲν ὕδατος, ὅπως ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οὗον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς κὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι.

φέρε γὰρ ὑπεκρέοντος τοῦ ὕδατος, εἴ τις προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὕδατος, εἰ μὴ τοιοῦτο ἀνάγκη φαίνεσθαι τὸ προστιθέμενον οἷον καὶ τὸ πρότερον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτὸ περὶ ὅ εἰσρεῖ καὶ ἀπορρεὶ τὸ ὕδωρ.

καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται, καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῆ, τοῖς ἐφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωτον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις· ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν αὐτῷ τῶν πρῶτον ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ’ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.

καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ᾿ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν > ἀεὶ δικσῳζόμενον ἐν ἡμῖν καὶ μένον. ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὃ δὲ ἐκεῖ τὸ ὑδωρ ἐπὶ τῆς εἰκόνς, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον.

ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ [*](M U S) [*](1f σῴζεσθαι < S 2 δεῖ U < S | οὐ μανθάνω *, vgl. S. 435, 1] καὶ λανθάνει M οὐχ ἀεὶ μανθάνει U < S | σκοτεινῶς] σκοπεῖν ὡς M 3 γὰρ < διέλαβεν] δὲ ἔλαθεν M | ὠδε < S | τούτων] τοῦτον U 4 πάντως] παντὸς S | τι < M τοιοῦτον U < S 5 ὅπως S < 7 φέρε] lies viell. (wegen εἰ μὴ Ζ. 0) * 9 ἀνάγκη τοιοῦτο U 10 τὸ πρότερον *, nach S das ühere] τὸ πᾶν M U | τὸ εἶναι καὶ < S | τὸ αὐτὸ < S | περὶ ὃ περιθεὶς ῥεῖ U 13 ὑπεξωθεισῶν M 14 vor ἂν + οὑν M 15f κατὰ τὰ ἕτερα] einem andern Glied S 16 τούτοις] ebensoriel S 16f οὐκ οὐσῶν — ὑποκει- μένων] ährend nicht dasselbe Fleisch ist 8 17 ἐν αὐτῷ] ἐν ταυτῶ U | τῶν — ὑποκειμένων < S | πρῶτον *] πρώτων M U 18 προσγινόμενα U | εἰ ἐσμὲν S | οἱ αὐτοὶ] ἐν αὐτοῖς M | ἐπὶ U 19 τῷ3 U 20 vor μᾶλλον + οὐν U | τότε < S κατὰ < M 21 < καὶ> * | ἀεὶ < S 22 < S | εἶδος + schien S 23 προσγινόμενον U 24 καὶ ἀπογιγνόμενον < vor ὥσπερ + und S | νῦν < S)

429
καὶ τότε οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ᾿ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον τὸ Ἰησοῦ κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου, καὶ τὸ Μωυσέως καὶ τὸ Ἠλίου τῶν ὀφθέντων αυτω.