Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
οὕτω καὶ οὖτοι τὰ πάντων ὁμοῦ μίξαντες ἐκ πάντων ἐξέπεσαν καὶ μὴ νούσαντες τὰ ἀκριβῆ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπὶ ἑτέραν τρίβον σφαλέντες ἐτράπησαν, οὐκ εἰδότες ὅτι οὐκ αὐτὴ ἐστὶν Ἠ τῆς θείας γραφῆς παράδοσίς τε καὶ ἀκολουθία.
4 Τὰ γὰρ εἰς τὴν ἱερωσύνην παραδοθέντα διὰ τὸ ἐξοχώτατον τῆς ἱερουργίας εἰς πάντας ἐνόμισαν ἴσως φέρεσθαι. ἀκηκοότες γὰρ ὅτι »δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, ἐγκρατῆ«, »ὡσαύτως καὶ τὸν διάκονον« καὶ τὸν πρεσβύτερον, τὸν ὅρον τῶν ταγμάτων οὐκ ἐνόησαν.
καὶ γὰρ τῷ μὲν ὄντι οὐ δέχεται εἰς ἱερωσύνην τὸ ἅγιον τοῦ θεοῦ κήρυγμα μετὰ τὴν τοῦ Χριστοῦ ἐνδημίαν οὐδὲ τοὺς ἀπὸ πρώτου γάμου τελευτησάσης τῆς αὐτῶν γυναικὸς δευτέρῳ γάμῳ συναφθέντας, διὰ τὸ ὑπερβάλλον τῆς τιμνῆς τῆς ἱερωσύνης· καὶ ταῦτα ἀσφαλῶς ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία μετὰ ἀκριβείας παραφυλάττεται.
ἀλλὰ καὶ τὸν ἔτι <συμ>βιοῦντα καὶ τεκυνογονοπυντα, μιᾶς γυναικὸς ὄντα ἄνδρα, οὐ δέχεται, ἀλλὰ ἀπὸ μιᾶς ἐγκρατευσάμενον ἢ χηρεύσαντα διάκονόν τε καὶ πρεσβύτερον καὶ ἐπίσκοπον καὶ ὑποδιάκονον, μάλιστα ὅπον ἀκριβεῖς κανόνες οἱ ἐκκλησιαστικοί.
Ἀλλὰ πάντως ἐρεῖς μοι, ἔν τισι τόποις ἔτι τεκνογονεῖν πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους. τοῦτο δὲ οὐ παρὰ τὸν [*](7ff vgl. Panarion| haer. 48, 9, 8ff; II 231, 22ff u. περὶ πίστεως c. 21, 6. 8f — 9 I Tim. 3,2 – 10 I Tim. 3, 8 – 16ff vgl. Eusebius demonstr. ev. I 9, 21; S. 43, 3ff Heikel πλὴν ἀλλὰ τοῖς ἱερωμένοις καὶ περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἀσχολουμένοις ἀνέχειν λοιπὸν σφᾶς αὐτοὺς προσήκει τῆς γαμικῆς ὁμιλίας Cyrillus Hieros. cat. 12, 25; Migne 33, 757 A ὁ τῷ Ἰησοῦ καλῶς ἱερατεύων ἀπέχεται γυναικός πElvira c. 33 placuit in totum prohibere episeopis, presbyteris et diaconibus vel omnibus elericis positis in ministerio abstinere se a coniugibus suis et non generare filios: quicunque vero fecerit, ab homore elericatus exterminetur, dazu den in Nicäa abgelehnten Antrag Socr. I 11; Migne 67, 101 C ἐδόκει τοῖς ἐπισκόποις νόμον νεαρὸν εἰς τὴν ἐκκλησίαν εἰσφέρειν, ὥστε τοὺς ἱερωμένους λέγω δὲ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους μὴ συγκαθε΄λυδειν ταῖς γαμεταῖς, ἃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο) [*](Μ U) [*](1 [δὲ] * 2 ἔκδωτον Μ | οὖτοι] αὐτοὶ U 5 οὐκ αὐτὺ] αὕτη U 6 τε <U 7 τὴν <U 10φ τὸν ὅρον—ἐνόησαν <U 11 μὲν <Μ 12 εἰς ἱερωσύνην <U | τοῦ1 <Μ 13 οὐδὲ <U 14 συναφθέντες Μ 15 τοῦ <Μ 16 <συμ>βιοῦντα * 22 δὲ <U)
τὸ πρεπωδέστατον γὰρ ἀεὶ ἡ ἐκκλησία <ἐφ>ορῶσα ἁγίῳ πνεύματι εὖ διαταχθεῖσα ἔγνω »ἀπερισπάστως« θεῷ τὰς λατρείας ἐπιτελεῖσθαι σπουδάζειν καὶ τὰ πνευματικὰ τῶν χρειῶν μετὰ πάσης εὐνουστάτης συνειδήσεως τελειοῦσθαι.