Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰς τὸ συνοδεῦσαι συμπαραμεῖναι συνεῖναι συνεργῆσαι διαδῶσαι παιδεῦδαι καταξιῶσαι ἡμᾶς τἀληθῆ λέγειν, ἵνα μήτε αὐτοὶ ψευδῶς τι λέγοντες τοῖς αὐτοῖς ὑποπέσωμεν, ὁποίοις αἱ μὴ τἀληθῆ τὸν κόσμον διδάξασαι αἱρέδεις.

Ἔτι δὲ καὶ οἱ ἐν τῇ Ἀφρικῇ τε καὶ Βθζικανίᾳ, οἱ ἀπὸ Δωνάτου τινὸς Δωνατιανοὶ οὅτω καλούμενοι. τὰ ὅμοια τούτοις φρονοῦντες [εἰσιν], ἀφηνιασταὶ καὶ αὐτοὶ δῆθεν διὰ τὸ μὴ συγκοινωνεῖν τοῖς ἐν [*](M U) [*](1 [γῆν ῥέουσαν γάλα καὶ μέλι]* 2 ἐκλινοῦμεν M | πιώμεθα U 3 φαγώμεθα U | ἐκλινοῦμεν Μ 5 ἡ < U 6 τὰ δεξιὰ ἣ < Μ 7 ἐπιπολὺν Μ 7f παρελκυθήσεται U 8 ἀνοδία] ἀναίδεια M 11 ἀνθελκόμενοι U 12 ἀχρῶμεν<U 14 οὐδὲ τὰ μικρὰ] τὰ μικρὰ οὐκ U | ἐλευθερίας Μ 18 εἰ δεῖ] ἠ δὴ(!) Μ | τὰ ἀληθῆ Μ 19 παραλείψαντες U | βασιλίσκον U 21 τῇ δὲ—ἡμεῖς δὲ] καὶ U 21f τοῦ σταυροῦ <U 23 ἱκετείαν U 24 ἡμᾶς < U 25 τὰ ἀληθῆ Μ | ψεῦδος U 26 μὴ hinter τὸν κόσμον U 27 καὶ 1 <U | Βιζικανία ΜU 28 δωματιανοὶ U 29 [εἰσιν]* |δῆθεν + <ὄντες>?* |τοῖς] τοὺς Μ)

379
τῷ διωγμῷ παραπεσοῦσι, τοῖς αὐτοῖς ἀνατραπήσονται καθάπερ κὰι οἱ ἑτεροζυγοῦντες αὐτοῖς Ναυατιανοὶ εἴτ᾿ οὖν Καθαροὶ οὕτω καλούμενοι.

διὸ οὐ χρείαν ἐσχήκαμεν περὶ τούτων τι ἐπεργάσασθαι, ἀλλ᾿ ὁμοῦ αὐτοὺς τοῖς ὁμοίοις αὐτοῖς συνήψαμεν.

περιττότερον δὲ οὗτοι πάλιν καὶ χεῖρον ἐξέπεσον. τὴν γὰρ πίστιν κατὰ τὸν Ἄρειον φρονοῦσιν· ἀνατραπήσονται δὲ ὡσαύτως περὶ πίστεως ἧς κακῶς φρονοῦσιν, ὡς καὶ ὁ Ἄρειος ἀνετράπη διὰ λόγων ἀληθείας, τὰ αὐτὰ τούτοις φρονῶν καὶ οὗτοι ἐκείνῳ. καὶ ταύτην δὲ πάλιν παρελευσόμενοι 9 ἐπὶ τὰς ἐξῆς βαδιοῦμεν, ὥσπερ ἑρπετὰ δεινὰ καταπεπατηκότες ἐν κυρίῳ

Ἀγγελικῶν αἵρεσιν * ἀκηκόαμεν καὶ τὸ ὄνομα μόνον ἐνηχήθημεν, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίς ἡ τοιαύτη αἵρεσις, διὰ τὸ τάχα ποτὲ καιρῷ αὐτὴν ἐνστᾶσαν ὕστερον λῆξαι καὶ καταλυθῆναι εἰς τέλος. τὸ δὲ ὄνομα διὰ ποίαν αἰτίαν ἔσχεν οὐκ ἴσμεν.

ἤτοι γὰρ παρὰ τὸ τινὰς ὐπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκειν (καὶ εἰ αὐτὴ τοῦτο φάσκουσα τῷ ὀνόματι τούτῳ κέκληται, οὐκ ἔχω λέγειν) ἤτοι διὰ τὸ ἐν τάξει ἀγγέλων ἑαυτοὺς σεμνύνειν καὶ βίῳ ἐξοχωτάτῳ ἄγεσθαι (οὐδὲ τοῦτο διαβεβαιοῦμαι), ἢ καὶ ἀπὸ τόπου τινὸς εἰληφότες τοὔνομα, ἐπειδὴ χῶρός τίς ἐστιν Ἀγγελινὴ ἐπέκεινα τῆς Μεσοποταμίας χώρας κείμενος.