Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Οὕτω καὶ οὗτοι σεμνυνόμενοι μὴ δέχεσθαι διγάμους τὰς πάσας ἐντολάς.

τὰς ὁμοίας [*](M U Anast. Sin. (bis Z. 5 ἐκδημίαν)) [*](1 καὶ ἐκενώθη τὸ σκάμμα<Anast. Sin. 2f καὶ οἱ ἀγωνισάμενοι—εὐποροῦσι <Anast. Sin. 3 εὐπαροῦσι U | ἡττηθέντες] τεθέντες Μ|ἡττηθέντες vor ἐν τῷ σκάμματι Anast. Sin. 4 τὰ < Anast. Sin. | ἐνθένδε Anast. Sin. 6 θεραπεία] θέα Μ 7 * <τῶν δεύτερον μετανοούντων>* | <καὶ> 8 ἐξωκείλασα ΜU 10 τὰ <Μ |<περὶ> * 11 ἔπος <U 12 γελοιῶδές τι ὃ *] γελοιωδῶς ὅ Μ ληρπωδὲς τι εἰς ὃ U | <δὲ> * 13[ὡς]?* 14 κλυὸν χρύσεον U 15 γεγεννημένα Μ 16 δὲ<U | τὴν <U 17 εὑρίσκεται < U 19 πάντα U | * etwa <κηρύττεσθαι> * 20 στριφνότητος ΜU 21 ἀπανθρωπίαν + <τρέψαντες>? * συνῆψαν U 21f ὡς ἐὰν εἴ τις] ὡσεὶ ἥτις Μ 22 ἀπὸ 1 <U | χειρίδα κατασχὼν] χειρὶ διακατασχὼν U | [καὶ]* 23 σκεπάζοι *] σκεπάξει MU | προσφέρει U | πρὸ<Μ 24 ἐπιτοθάζοι Μ)

377
ταύτῃ καὶ ἔτι ὑπερβολῆ καλλίονας τῷ φυλάττειν, ἐπι θανατίους δὲ ἐν τῷ μὴ φυλάττεσθαι, * τὴν μίαν ἀπαγορεύουσι, τὰς δὲ ἄλλας καταλε λοίπασι. καὶ ἐπιλαθόμενοι ὅλον μὲν τὸ σῶμα γυμνητεύουσιν, ἀπὸ ὅλων τῶν ἐνταλμάτων ἀργήσαντες καὶ τὴν μίαν ἐντολὴν οὐχ ἁγνῶς κατασχόντες.

Καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. πᾶσα δὲ πρόφασις ἑκάστην αἵρεσιν, κἄν τε βραχεῖά τις ὑπῆρξεν, ἀπὸ τῆς ἀληθείας παρείλκυσε καὶ εἰς πολλὴν φορὰν κακῶν κατήγαγεν.

ὥσπερ γὰρ | εἴ τις διασφαγὴν εὑρὼν ἐν φραγμῷ παρὰ λεωφόρῳ [καὶ] νομίσῃ διὰ ταύτης βαδίζειν καὶ καταλιπὼν τὴν ὁδὸν ἐκεῖσε τρέπηται, νομίσας ἐγγύτατον ἔχειν ὅθεν διακάμψας πάλιν τῆς ὁδοῦ ἐπιλάβοιτο, ἀγνοήσῃ δὲ ὅτι τεῖχός ἐστιν ὑπέρτατον καὶ μακρῷ διαστήματι ᾠκοδομημένον,

ἐπιτρέχοι δὲ μὴ εὑρίσκων διὰ ποίας τὴν διέξοδον ποιήσηται, ἀντὶ ἑνὸς σημείου ἤτοι μιλίου προκόπτων κατὰ χεῖρα ἔτι πλέον, μὴ εὑρὼν τὴν ὁδόν, καὶ οὕτως τρέπηται ἐπὶ τὰ πλείω, κάμνων δὲ οὕτω καὶ μὴ εὐπορῶν διὰ ποίας ἐπὶ τὴν ὁδοιπορίαν ἑαυτὸν ἀγάγοι, τάχα γε μήτε εὑρεῖν δυνηθείη, εἰ μή τι ἂν ἀνακάμψῃ δι᾽ ἧς καὶ εἰσῆλθεν, —

οὕτω καὶ ἑκάστη αἵρεσις, ὡς συντομίαν τινὰ ἐφευρεῖν διανοηθεῖσα, παρεξώκειλε μὲν διὰ τῆς μακροδίας, ηὑρέθη δὲ αὐτῇ τεῖχος ἀρραγὲς ἡ τῆς ἀνοίας καὶ ἀγνωσίας παρεμπλοκή·

καὶ οὐκ ἂν εὕροι ἡ τοιαύτη ἐπὶ τὴν ἀληθινὴν ἥκειν ὁδόν, εἰ μή τι ἂν ἑκάστη ἀνακάμψῃ εἰς τὸ ἀρχέτυπον τῆς ὁδοῦ, τουτέστιν τὴν βασιλικήν·

ὡς καὶ ὁ νόμος διαρρήδην ἐβόα, τοῦ ἁγίου Μωυσέως λέγοντος τῷ βασιλεῖ Ἐδώμ, ὅτι "τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· παρὰ τὰ ὅριά σου διελεύσομαι εἰς γῆν ἣν ὤμοσε κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι, γῆν ῥέουσαν γάλα καὶ μέλι, τὴν γῆν τῶν Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ

378
Εὐαίων καὶ Χαναναίων καὶ Χετταέων, [γῆν ῥέουσαν γάλα καὶ μέλι].

οὐκ ἐκκλινοῦμεν δεφιὰ ἢ ἀριστερά, ὕδωρ ἐν ἀργυρίῳ πιόμεθα καὶ βρώματα ἀργυρίου φαγόμεθα· οὐκ ἐκκλινοῦμεν ἐνιεῦθεν ἢ ἐντεῦθεν, ὁδῷ βασιλικῇ βαδιοῦμεν«.

ἕστι γὰρ ὁδὸς βασιλική, ἥτις ἐντὶν ἡ τοῦ θεοῦ ἐκκλησία καὶ ἡ ὁδοιπορία τῆς ἀληθείας. ἑκάστη δὲ τούτων τὴν βασιλικὴν καταλείψασα, κλίνασα δὲ ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀριστερά, ἐπὶ πολὺ λοιπὸν ἑαυτὴν ἐπιδιδοῦσα εἰς πλάνην παρελκυσθήσεται καὶ οὐκέτι μέτρον ἕχει παρ’ ἑκάστῃ αἱρέσει ἡ τῆς πλάνης ἀνοδία.