Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

»ἐξ οὗ τὰ πάντα«, ἠρνήσατο αὐτὸν [τὸ] εἶναι κύριον· οὐδὲ πάλιν ἐπιδὴ εἶπε »καὶ εἷς κύριος Ἰησοῦς Χριστός«, ἠρνήσατο εἶναι αὐτὸν θεόν,

ἀλλὰ καθάπερ ἐπὶ τῷ πατρὶ ἠρκέσθη ἐπὶ τῇ μιᾷ ὀνομασίᾳ, λέγων »εἷς θεός«, σὺν δὲ τῷ θεὸς δῆλον ὅτι ἔστι καὶ κύριος, οὕτω καὶ ἐπὶ τῷ υἱῷ ἠρκέσθη τῷ »εἷς κύριος«· σὺν δὲ τῷ »[εἷς] κύριος« σύνεστι καὶ τὸ θεός.

λέγων ἐν περὶ πατρὸς καὶ υἱοῦ, οὐ κοῦφος ἦν ἀπὸ πνεύματος ἁγίου, ἀλλὰ ἐν πνεύματι ἁγίῳ, ὠς ἔφην, ἐφθέγγετο. [*](P 485) εἴωθε δὲ ἀεὶ τὸ ἅγιον πνεῦμα οὐ σύστασιν ἑαυτοῦ ποιούμενον *, ἵνα μὴ ἡμῖν ὑπογραμμὸν δώσει τοῦ περὶ ἑαυτῶν * καὶ ἡμᾶς τὴν σύστασιν [*](1 I Kor. 8, 6 — 21 I Kor. 8, 6 M U) [*](2 f Ἰησοῦς Χριστὸς καὶ ἡμεῖς, δι᾿ αὐτοῦ δι᾿ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ U 3 λέγων *] λέγει Μ < U 4 πῶς] lies wohl πρῶτον * 10 τοῦ κυρίου *] τοῦ καὶ Μ τοῦ κύριος U | τοῦτο < Μ 11 πατέρα εἶναι U 12 ἐπεὶ δὲ Μ 13 τῷ 1] τὸ U | αρνούμενοι Μ 14 θεὸν1 Μ |<ἔλεγεν> * 15 ἀνάγειν U 21 ἀνόμασεν Μ 22 [το] * |κύριον] Χριστὸν Μ 23 εἶναι αὐτὸν] αὐτὸν τὸ εῑναι U 24 μιᾶ] μόνη U 25 θεὸς 2] θεῶ Μ | θεὸς 2 + <εἶναι>?* 26 τῷ 2 Pet.] τὸ Μ U | τῷ 3] τὸ μ |[εἷς] * 29 * etwa {<φθέγγεσθαι> * 30 * <λέγοντας>*)

351
<ἑαυτῶν> ποιήσασθαι.

ἄρα οὖν »εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα [ἢ δι᾿ ὃν τὰ πάντα]», καὶ ἓν τὸ ἅγιον πνεῦμα, οὐκ ἀλλότριον θεοῦ, ἐνυπόστατον δὲ ὄν, διότι πνεῦμα θεοῦ καὶ πνεῦμα ἀληθείας καὶ πνεῦμα πατρὸς καὶ πνεῦμα Χριστοῦ.