Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὕστερον δέ, ἀφ᾿ ἧς εἶχε λύσσης εἴς τινας ἄλλος ἐμβαλὼν ὡς εἰπεῖν καὶ σὺν αὐτῷ ὥσπερ δέκα ἄνδρας ἐπαγόμενος, εἰς τῦφον μείζονα καὶ θράσος ἐπαρθεὶς τολμηρός <τε> γεγονὼς παρρησίᾳ λοιπὸν τὴν αἵρεσιν ἐδογμάτιζε.
πάλιν δ᾿ αὖ οἱ αὐτοὶ πρεσβύτεροι προσκαλεσάμενοι αὐτόν τε καὶ τοὺς προσφθαρέντας αὐτῷ ἀνθρώπους περὶ τῶν αὐτῶν πάλιν ἠρώτων.
ὁ δὲ ἅμα τοῖς ὑπ᾿ αὐτοῦ πεπλανημένοις ὑποτρίψας τὸ μέτωπον λοιπὸν παρρησίᾳ ἀντέλεγε, φάσκων ὅτι »τί γὰρ κακὸν πεποίηκα ὅτι ἕνα θεὸν δοξάζω; ἕνα θεὸν ἐπίσταμαι καὶ οὐκ ἄλλον πλὴν αὐτοῦ, γεννηθέντα πεπονθότα ἀποθανόντα«.
ὡς οὖν ἐν τούτοις ἔμενεν, ἐξέωσαν αὐτὸν τῆς ἐκκλησίας ἅμα τοῖς ὑπ᾿ αὐτοῦ εἰς τὸ ἴδιον δόγμα μεμαθητευμένοις. ἐτελεύτα δὲ αὐτὸς ἔναγχος ἅμα τῷ ἰδίῳ ἀδελφῷ, oὐχ ὡς Μωυσῆς ἐν δόξῃ οὐδὲ ὁ αὐτοῦ ἀδελφὸς ὡς Ἀαρὼν ἐν τιμῇ ἐτάφη. ἐρρίφησαν γὰρ ὡς παραβάται καὶ οὐδεὶς αὐτοὺς τῶν θεοσε- [*](1ff vgl. Hippolyt c. Noët. 1; S. 43, 19 Lagarde οὗτος ἔλεγεν ἑαυτὸν εἶναι Μωυσῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών Filastrius haer. 53; S. 28, 7f hic etiam dicebat se Mosen esse et fratrem suum Heliam prophetam — 3ff vgl. Hippolyt c. Noët. 1; S. 43, 20ff Lagarde ταῦτα ἀκούσαντες οἱ μακάριοι πρεσβύτεροι, προσκαλεσάμενοι ἐνώπιον τῆς ἐκκλησίας ἐξήταζον· ὁ δὲ ἠρνεῖτο, λέγων τὰς ἀρχὰς μὴ φρονεῖν — 8ff vgl. Hippolyt c. Noët. 1; S. 43, 22ff Lagarde ὕστερον δὲ ἐμφωλεύσας ἔν τισιν καὶ συσκευάσας ἑαυτῷ συμπλανωμένους, καθαρὸν ὕστερον ἱστᾶν τὸ δόγμα ἐβούλετο. ὅν πάλιν προσκαλεσάμενοι οἱ μακάριοι πρεσβύτεροι ἤλεγξαν· ὁ δὲ ἀνθίστατο λέγων· τί οὖν κακὸν ποιῶ δοξάζων τὸν Χριστόν; — 17ff vgl. Hippolyt c. Noët. 1; S. 43, 30ff Lagarde τότε τοῦτον ἐλέγξαντες ἐξέωσαν τῆς ἐκκλησίας, ὃς εἰς τοσοῦτο φυσίωμα ἠνέχθη ὡς διδασκαλεῖον συστῆσαι) [*](Μ U) [*](4 αὐτοῦ*] αὐτὸν Μ U 4f προσκαλεσάμενοι U 8 ταυτηνὶ U 11 <τε> * | γέγονε Μ | ἐδογμάτισε Μ 12 αὖ < Μ 13 ἠρώτων + οἱ αὐτοὶ πρεσβύτεροι Μ 15 ὅτι2 < U 16 θεὸν2 < U 18 εἰς τὸ ἴδιον < U 19 μαθητευμένις Μ 19 τελευτᾶ U 20 ὡς2] ὁ U 21 ἐτάφη ἐν τιμῆ U | ἐρίφησαν Μ)
μετὰ τοῦτο οἱ ὑπ᾿ αὐτοῦ τὸν νοῦν φθαρέντες ἐκράτυναν τουτὶ τὸ δόγμα, τούτος τοῖς ῥητοῖς ὑπαχθέντες οἶς καὶ ὁ αὐτῶν κακοδιδάσκαλος ἐξ ἀρχῆς.
ὄτε γὰρ ἐρωτώμενος ἀπὸ τοῦ πρεσβυτερίου ἔφη ἔνα θεὸν δοξάζειν, ἤκουε παρ᾿ αὐτῶν φιλαλήδως ὄτι ἐνα θεὸν δοξάζομεν καὶ αὐτοί, ἀλλ᾿ ὡς οἴ δαμεν δικαίως δοξάζειν·