Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι »ἦν ἱερεὺς τοῦ ὑψίστου«. εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου [*](4 Matth. 28, 19 — 6 I Kor. 12, 11 — 29 Gen. 14, 18 M U (bis πλανῆσαι Ζ. 13; S. 336, 14 — 337, 9 in U ausgelassen) 14 vgl. Cramer Cat. in ep. ad Hebr. 556, 3) [*](1 ἐφθέγγετο + οὖν U | ἐν] σὺν Μ 8 περὶ < U 9 λ;γει < U | ὅτι] οὔτε U | χαρίσμασιν + εἶπεν ὅτι < U | † δωρεῖται] etwa ἐμπολιτεύεται * 10 τὰ < Μ 11 αὐτοῖς συμβαίνοντα < U | ἀλλ’ U 12 αἵρεσιν < U 21 ὑπέρογγον Μ 22 * etwa <ἀνοήτως>* | * <εὶς τὸν μελχισεδὲκ εἰρημένα ὡς> * 26 <παρὰ> *)

337
ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερατεύων ἑτέρῳ ὑψίστῳ.

καὶ ὦ τῆς τῶν ἀνθρώπων χυδαιότητος τῆς τὰ ἀληθινὰ μὴ κατανοούσης, ἐπὶ τὰ πλάνα δὲ ἑαυτὴν τρεπούσης. τὸ πέρας γὰρ τῆς ἐπιλύσεως τοῦ παντὸς ζητήματος ὁ ἅγιος ἀπόστολος συναγαγὼν ἔφη »ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν« (δῆλον δέ· ἀλλὰ ἐξ ἑτέρων) »δεδεκάτωκε τὸν Ἀβραάμ«, καὶ πάλιν »ὅς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκεςίας ἐποιεῖτο, φηςί, πρὸς τὸν δυνάμενον αὐτὸν σῶσαι«· ὅτι δὲ <ὁ> πατὴρ σάρκα οὐκ ἐνεδύσατο δῆλον.

Καὶ περὶ τούτων δὲ ἱκανῶς διαλεχθέντες καταλείψωμεν τὴν αἵρεσιν, ὥσπερ μυογαλίδιον λίθῳ πεπαικότες διὰ τῆς στερεᾶς πίστεως καὶ ἑδραιώματος καὶ φυγόντες τὸ ἰοβόλον αὐτῆς δηλητήριον. τὸ γὰρ μυογαλίδιόν φασι πρὸς μὲν τὴν ὥραν μηδὲν ἀδικεῖν τὸν δακνόμενον, χρόνῳ δέ τινι τὸ σῶμα ἀφανίζειν καὶ εἰς λώβησιν κελεφίας ἕως ὅλων τῶν μελῶν ἔγειν τὸν ἐπιβουλευθέντα.

οὕτω καὶ αὕτη ἡ αἵρεσις * τῇ διανοίᾳ τοῖς εὐθὺς περὶ τούτων ἀκούσασι φαίνεται ὡς οὐδὲν *, προσεντριβομένη δὲ ἡ τῶν λόγων παρολκὴ ζητήματα ἐμποιεῖ καὶ ὥσπερ ἀφανισμ]ν τοῖς μὴ τυχοῦσι κοῦ βοηθήματος τῆς ἀντιδότου ταύτης, τῆς παρ’ ἡμῶν γενομένης κατ’ αὐτῆς ἀνατροπῆς τε καὶ ἀντιλογίας. οὐ τάχιον δὲ φαι;νεται τὸ ζῷον.

ἐν νυκτὶ γὰρ ἐστι πορευόμενον καὶ οὕτω τὴν βλάβην ἐργάζεται, μάλιστα δὲ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ, ὡς ἰστέον ἐστὶ τοῖς τὴν γνῶσιν τοῦ ζῴου ἐπισταμένοις, ὅτι οὐ παρέργως οὔτε σεσυκοφαντημένως τῆς τοῦ ζῴου ὑποθέσεως πεποιήμεθα τὴν μνήμην, ἀπεικάσαντες αὐτὸ τῇ παρὰ τῆς αἱρέσεως βλάβῃ· τοιοῦτο γὰτ αὐτῆς τὸ ἀδίκημα ὑπάρχει.

ἐφεξῆς δὲ βαδιοῦμαι ἐπὶ τὰς ἄλλας, ὅπως τὸ ἐπάγγελμα ἐν θεῷ πληρῶσαι καταξιωθέντες τῷ θεῷ εὐχαριστήσωμεν.

[*](5 Hebr. 7, 6 — Hebr. 5, 7)[*](M U (von. Z. 10 καὶ περὶ τούτων an))[*](8 ὅτι *] ὁ Μ | <ὁ> * 10 διηγηςάμενος Μ 10 f τὴν αἴρεσιν < U 11 μυογαλλύδιον U 12 φύγωμεν Μ 13 μυογαλλύδιον U 13f δακνώμενον Μ 15 ἕως] ὡς Μ 16 αἵρεσις * τῇ διανοίᾳ] διάνοια U | * etwa <ἐμβληθεῖσα> * 17 * <βλάπτουσα> * | προστριβομένη Μ 19f τῆς παρ’ — ἀντιλογίας < U 23 οὐδὲ U | ἐσυκοφαντηένως Μ 24f ἀπεικάσαντες — βλάβῃ < U 25 τοιοῦτο *] τοῦτο Μ U | αὐτῆς *] αὐτοῦ M U | ἀδίκημα] δικαίωμα U 27 τῶ < Μ | Unterschrift: κατα μελχισεδεκιανῶν λݲεݲ ἤ καὶ νݲεݲ Μ)
338