Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀντίτυπα τοῦ <σώματος τοῦ κυρίου, αὐτοῦ τοῦ> κυρίου ἡμῶν λέγοντος ὅτι »ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν«, καὶ ἀντίτυπα τοῦ αἵματος αὐτοῦ τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ ῥεύσαντος εἰς κάθαρσιν τῶν κεκοινωμένων καὶ ῥαντισμὸν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν.

ὁ δε τοῦ ἀβραὰμ πατὴρ Θάρρα ἑβδομηκοστὸν [*](7ff vgl. Hieronymus ep. 73, 5, 4; S. 18, 16ff traduntque (sc. Hebraei) hunc esse Sem, primum filium Noë ebda c. 9, 2; S. 22 3f quaest. Hebraicae in Gen. Migne 23, 961 A comment. ad Jes. 41; Migne 24, 414 B. Die rabbinischen Belegstellen bei B. Beer, Leben Abrahams S. 142 ff – 12 vgl. etwa Gen. 16, 16 (doc h sind hier 86 Jahre angegeben und die Stelle fällt hinter die Beggnung mit Melchisedek) 12f vgl. Gen. 14, 18 – 13f vgl. Clemens Al. strom. IV 160, 3; II 319, 24ff Stählin Mελχισεδὲκ . . . ὁ τὸν οἶνον καὶ τὸν ἄρτον τὴν ἡγιασμένην διδοὺς τροφὴν εἰς τύπον εὐχαριστίας — 15 Joh. 6, 51 – 16 vgl. Joh. 19, 34– 18 — S. 332, 16 vgl. Gen. 11, 10 – 26 . Epiphanius stellt jedoch eine eigene Rechnung auf, di8e sich weder mit den LXX noch mit den Versuchen anderer Kirchenväter deckt: er gibt S. 332, 11 Kena 109 Jahre (Gen. 11, 13: 130 Jahre) und berechnet S. 332, 13 das Alter Sems bei der Erzeugung des Arphaxad auf 102 Jahre 9Gen. 11, 10: 100 Jahre; vielleicht hat Epiph. die 2 Jahre, die nach demselben Vers seit der Sündflut verflossen waren, zu den 100 hinzugezählt). Aber die im TExt stehenden Ziffern dürfen nicht geändert werden: für die Rreihe Arphaxad, Sala, Eber, Phalek ist die Summe 659 durch Panarion haer. 2, 2; I 174, 8 gesichert, für die übrigen Glieder bestätigt die dreimal wiederholte Gesamtsumme 1241 die Richtigkeit der Überlieferung) [*](M U) [*](3 Ἱέρακος U 4 ποιοῦμαι Μ 6 καὶ < U 7 υἱὸν τοῦ Νῶε τὸν Σήμ] τὸν υἱὸν τοῦ Σήμ U 9 τὴν < U 10f ἑκάστης — ἀριθμήσασα <U 12 ὀκτὼ +ἐτῶν < U | πλείω + ἢ U 14 <σώματος τοῦ κυρίου, αὐτοῦ τοῦ>* 16 αὐτοῦ 1 <U | αὐτοῦ 2 + νυχθέντος καὶ U 18 ἑβδομηκοστὸν οݲ Μ)

332
κατάγων ἔτος τὸν Ἀβραὰμ ἐγέννησεν, καὶ γέγονεν ἔτη ἑκατὸν ἑξήκοντα κοντα πλείω ἐλάσσω. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάρρα ἑβδομήκοντα ἐννέα ἐτῶν ἑπάρχων, καὶ γέγονε σλݲλθݲθݲ ἔτη. Σεροὺχ δὲ ἐγέννησε τὸν Ναχὼρ ρݲλݲ ἐτῶν ὑπάρχων, καὶ γεγόνασιν ἔτη τξθ.

Ῥαγαῦ δὲ ἐγέννησε τὸν Σεροὺχ ὑπάρχων ρݲλݲβݲ ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν ‘Ραγὰῦ ὢν ρݲλݲ ἐτῶν, καὶ γέγονεν ἔτη ἑξακόσια τριάκοντα ἕν. Ἔβερ δὲ ἐγέννησε τὸν φάλεκ ἐν ἔτει ρݲλ ݲ δݲ τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη.

Σάλα δὲ ἐγέννησε τὸν Ἔβερ ἑκατοστὸν τριακοστὸν ἔτος κατάγων τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκο ντα πέντε ἔτη. Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων ρݲθݲ τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ δὲ ἐτῶν ρλε ὢν ἐγέννησε τὸν Κηνὰν, καὶ γέγονεν χίλια ρݲλݲθݲ ἔτη.

Σὴμ δὲ ρݲβݲ ἔτει τῆς αὐτοῦ ζωῆς, ὁ προειρημένος καὶ ξαντασιαζόμενος παρὰ τοῖς Σαμαρείταις εἶναι Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια διακόσια τεσσαράκοντα ἕν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ’ ὃν συνήντησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπὴς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων.

οὐ, ἔζησε δὲ Σὴμ τοσαῦτα ἔτη κατὰ τὴν τούτων ληρώδη φαντασίαν, ἀλλὰ ρݲβݲ ἐτῶν ὤν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμόν. »καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, φݲ ἔτη, καὶ ἐγέννησεν υἱοὺς και θυγατέρας, καὶ ἀπέθανε«.

τοίνυν αὐτοῦ ζήσαντος ἑζακόσια καὶ δύο ἔτη καὶ τελευτήσαντος πῶς ἠδύνατο [*](17 vgl. Gen. 14, 17 — 19f vgl. Gen. 11, 10 – 21 Gen. 11, 10) [*](M U) [*](2 πλείω +ἤ U 3 ἐννέα < Μ 6 πρῶτον < Μ | φαλὲγ Μ | ρݲ λݲ θݲ Μ 7 ἕν] ἐννέα Μ | γεννᾶ U | φαλὲγ Μ 8 ρݲλݲδݲ] ἑκατοστῶ τετάρτω U 9 σαλλὰ Μ | γεννᾶ U | ἑκατὸν τριάκοντα Μ 10 γέγονεν] γέγοναν ΜU 11f Κηνᾶ — τέσσαρα ε/τη < U 12 γέγονεν*] γέγοναν Μ |ρݲλݲεݲ ἐτῶν U |ρݲεݲ Μ 13 Κηνᾶν] Σαλὰκ U | γέγοναν M | ρݲλݲθݲ *] ρݲλݲ Μ λݲ U |ρݲβݲ] ἑκατοστῶ U | τῆς αὐτοῦ ζωῆς < Μ 14 vor καὶ +ὁ U 15 Ἀρφαξὰξ Μ | γέγοναν Μ 15 f χίλια διακόσια τεσσαράκοντα ἓν] μݲρݲ ݲ λ U 16 ἕνα Μ 17 ἐπανιὼν] δι’ ὧν Μ 17f Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ < U 17 Ἀμαφὰρ Μ 18 καὶ Θαλγὰ < U | Θαγάρ Μ |vor τῶν βασιλέω ν + καὶ Βαρςὰ καὶ Συμοβὰρ καὶ Ἁμαρφὰλ U 19 ρݲβݲ *] ἑκατὸν ἐννέα Μ ρݲ εݲ U 20 ὢν < U 21 φݲ ἔτη vor ὥς φησιν U 23 καὶ δύο] πέντε U | ἐδύνατο U)

333
φθάσαι εἰς χίλια καὶ διακόσια τεσαράκοντα καὶ ἕν ἔτη, ἵνα ὁ Σὴμ ὁ υἱὸς τοῦ Νῶς τοῦ πρὸ δέκα γενεῶν τοῦ Ἀβραὰμ κληθείη Μελχισεδὲκ παρὰ τούτοις, μετὰ δέκα γενεάς, ἔτη δὲ χίλια διακόσια τεσσαράκοντα ἕν; καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων πλάνης.

κατὰ δὲ ψὴφον ἄλλων ἀντιγράφων ἀπὸ τῆς τοῦ Σὴμ ἡλικίας, ἐξότε γεγένηται ὁ αὐτὸς Σήμ, ὥς τοῦ προδδηλωμένου χρόνου τῆς [τε]τοῦ Ἀβραὰμ συναντήσεως τῷ Μελχισεδέκ, ἥτις ἦν ἐν ογδοηκοστῷ ὁγδόῳ ἔτει τῆς αὐτοῦ ζωῆς ἢ ἐνεηκοστῷ, γίνεται ἑξακόσια εἴκοσι ὀκτὼ ἔτη πλείω ἐλάσσω, ὥστε ἐξ ἅπαντος μὴ δύνασθαι εἰς τὸν προδεδηλωμένον τοῦ Ἀβραὰμ χρόνον τὸν Σὴμ φθάνειν, ἵνα καὶ Μελχισεδὲκ νομισθείη. καὶ διέπεσε πανταχόθεν καὶ ἡ τῶν Σαμαρειτῶν χυδαιολογία.

7. Ἰουδαῖοι δὲ πάλιν φάσκουσι τὸν τοιοῦτον δίκαιον μὲν εἶναι καὶ ἀγαθὸν καὶ ἱερέα τοῦ ὑψίστου, ὡς ἔχει ἡθεία γραφή, διὰ δὲ τὸ υἱὸν αὐτὸν εἶναι πόρωης, φασί, τῆν μητέρα αὐτοῦ μὲη γεγράφθαι μηδὲ τὸν πατέρα αὐτοῦ γινώσκασθαι.

ἐξέπεσε δὲ καὶ τούτων ὁ ληρώδης λόγος. καὶ γὰρ καὶ ῥαὰβ πόρνη ὑπῆρχε καὶ ἔστι γεγραμμένη, καὶ Ζαμβρὶ πορνεύσας γέγραπται καὶ Χασβιεὶ μετ’ αὐτοὺ, καίπερ ἀλλοτρία οὖσα καὶ οὐκ ἀπὸ γένους Ἰσραὴλ ἀναγομένη. * καὶ »πᾶας ὁ μὴ διὰ τῆς θύρας είσερχό9μενος, ὡς ἔφη τὸ ἅγιον εὐαγγέλιον, λῃστὴς καὶ οὐ ὢν ποιμὴν ὑπάρχει«.

Ἐν δὲ τῇ ἐκκλησίᾳ φύσει τινὲς διαφόρως τοῦτον τὸν Μελχισεδὲκ [*](4ff Quelle nicht nachweisbar — 13 ff ebenso (u. wohl aus Epiph.) Chrysostomus de Melchised. c. 3; Migne 56, 260 Ἱουδαῖοι μὲν γὰρ αὐτὸν λέγουσιν ἐκ πορνεία γεννηθέντα καὶ διὰ τοῦτο άγενενλόγητον γενέσθαι Cedrenus hist. comp. Migne 121, 77A u. andere — 17 vgl. Jos. 2, 1 – 18 vgl. Num. 25, 14f – 19 Joh. 10, 1 – 22 vgl. Clemens Al. IV 160, 3; II 3219, 22ff Stählin Σαλὴμ γὰρ ἑρμηνεύεται εἰρήνην, ἦς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται βασιλεύς, ὅν φησι Μωυςῆς, Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ τὸν οἶνον καὶ τὸν ἄρτον τὴν ἡγιασμένην διδοὺς τροφὴν εἰς τύπον ἐχριριστίας Ambrosius de Abr. I 3, 16; S. 514, 1ff Schenkl ideoque eum et Melchisedech, qui interpretatione Latina dicitur rex iustituiae, rex pacis, benedixit; erat enim sacerdos summi dei. qui est rex iustitiae, sacerdos dei, nisi cui dicitur: tu es sacerdos in aeternum secundum ordinem Melchisedech, hoc est dei filius, sacerdos patris qui sui corporis sacrificio patrem nostris repropitianit delictis? ders. de mysteriis c. 8; Migne 16, 404) [*](M U) [*](1 χίλια καὶ διακόσια τεσσαράκοντα ἓν] αݲρݲλݲ U |ἕνα Μ 2 τοῦ 2 < U | τοῦ Ἀβραὰμ < U | καλούμενος U 3 vor μετὰ + μετέπειατ U 3f ἔτη δὲ — ἓν] καὶ ᾳݲρݲλݲ ἔτη νομισθείη U 5 ἀπὸ τῆς] ἀντὶ τῆς ἀπὸ Μ 5f ἐξότε — αὐτὸν Σήμ <Μ 6 [τε]* 7 ὀγδόῳ < U 8 τῆς ζωῆς αὐτοῦ U |ἐνενήκοντα Μ 9 πλείω + ἢ U 11 καὶ 2 < U 13 δὲ < U 15 αὐτὸν < U 17 ῥαὰμ U 18 ζαμβρὴ U | χεεβιὴ Μ χασβιθὴ U 19* ergänze etwas wie <καὶ γὰρ καὶ πόρνας δέχεται ὁ σωτήρ, ἐὰν μόνον μετανοήσωσιν δι’ αὐτοῦ>* 20 της < U)

334
ὁρίζονται. οἱ μὲν γὰρ αὐτὸν νομίζουσι φύσει τὸν υἱὸν τοῦ θεοῦ, ἐν ἰδέᾳ δὲ ἀνθρώπου τότε τῷ Ἀβραὰμ πεφηνέναι.

ἐκπίπτουσι δὲ καὶ αὐτοὶ τοῦ προκειμένου· οὐ γάρ τις ἑαυτῷ ὅμοιος γενήσεταί ποτε, ὡς ἔχει ἡ θεία γραφὴ ὅτι »ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκες«.

τῷ ὄντι δὲ »ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν τὸν Ἀβραὰμ δεδεκάτωκεν«· ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν Ἰσραγλιτῶν γενεαλογεῖται, γενεαλογεῖται δὲ ἐξ ἀνθρώπων ἄλλων.

τούτων πάντων τὸν κατάλογον ποιηςάμενοι, <ὧν> διὰ τὴν αἵρεσιν ταύτην ἐπεμνήσθημεν, [καὶ] ὡς ἐν παρεκβάσει περὶ τούτων διηγηςάμεθα.

8. Εἰς ὄνομα δὲ τούτου τοῦ Μελχισεδὲκ ἡ προειρημένη αἵρεσις καὶ τὰς προσφορὰς ἀναφέρει καὶ αὐτὸν εἶναι εἰσαγωγέα πρὸς τὸν θεὸν λέγει καὶ δι’ αὐτοῦ, φηςί, δεῖ τῷ θεῷ προσφέρειν, ὅτι ἄρχων ἐστὶ δικαιοςύνης, ἐπ’ αὐτὸ τοῦτο κατασταθεὶς ὑπὸ τοῦ θεοῦ ἐν οὐρανῷ, πνευματικός τις ὤν καὶ εἰς ἱερωςύνην θεοῦ τεταγμένος.

καὶ δεῖ ἡμᾶς αὐτῷ προσφέρειν, φαςίν, ἵνα δι’ αὐτοῦ προσενεχθῇ ὑπὲρ ἡμῶν καὶ εὔρωμεν δι’ αὐτοῦ ζωήν.

καὶ Χριστὸς μέν, φηςίν, ἐξελέγη, ἵνα ἡμᾶς καλέσῃ ἐκ πολλῶν ὁδῶν εἰς μίαν ταύτην τὴν γνῶσιν, ὑπὸ θεοῦ κεχρισμένος καὶ ἐκλεκτὸς γενόμενος, ἐπειδὴ ἀπέστρεψεν ἡμᾶς ἀπὸ εἰδώλων καὶ ὑπέδειξεν ἡμῖν τὴν ὁδόν. ἐξ οὗπερ ὁ ἀπόστολος ἀοσταλεὶς ἀπεκάλυψεν ἡμῖν ὅτι μέγας ἐστὶν ὁ Μελχισεδὲκ καὶ ἱερεὺς μένει εἰς τὸν αἰῶνα.

καὶ θεωρεῖτε πηλίκος οὗτος, καὶ ὅτι τὸ ἧσσον ἐκ τοῦ μείζονος εὐλογεῖται, καὶ διὰ τοῦτο, φηςί,

καὶ τὸν Ἀβραὰμ τὸν πατριάρχην εὐλόγησεν, ὡς μείζων ὤν, οὗ ἡμεῖς ἐσμὲν μύσται, ὅπως τύχωμεν καὶ αὐτοὶ ἡμεῖς παρ’ αὐτοῦ τῆς εὐλογίας.