Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὗτος δὲ Χριστὸν ἀρνησάμενος καὶ παραπεσὼν τοῦ σκοποῦ τῆς ἀληθείας ἐν παρεκβάσει γεγένηται, καὶ ἀπὸ αἰσχύνης πολλῆς ὑπὸ πολλῶν ὀνειδιζόμενος ἀπέδρασε τῆς ἑαυτοῦ πατρίδος καὶ ἀναβὰς εἰς ῾Ρώμην ἐκεῖσε διέτριβεν.

ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν ἐν ῾Ρώμῃ, πάλιν ἐκεῖ τῷ αὐτῷ ὀνείδει ὑπέπεσε διὰ τὸ ἐγκαλεῖσθαι αὐτὸν ὑπὸ τῶν αὐτὸν εἰδότων ἕνεκεν τῆς πολυμαθίας, ὅτι ἀνὴρ πολυμαθὴς ὢν ἐξέπεσε τῆς ἀληθείας.

εἰς ἑαυτοῦ δὲ δῆθεν κακὴν ἀπολογίαν ἐπινενόηκε τουτὶ τὸ καινὸν δόγμα, φήσας ὅτι »θεὸν ἐγὼ οὐκ ἠρνησάμην, ἀλλὰ ἄνθρωπον ἠρνησάμην«. εἶτα ἐρωτώμενος »ποῖον ἄνθρωπον« ἀπεκρίνατο λέγων »Χριστὸν ἠρνησάμην ἄνθρωπον«.

Ἐντεῦθεν οὕτως ἑαυτῷ ἐδογμάτισε | δόγμα καὶ οἱ ἀπ᾿ αὐτοῦ συσταθέντες Θεοδοτιανοί, ψιλὸν ἄνθρωπον φάσκοντες εἶναι τὸν Χριστὸν καὶ ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι.