Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ τοίνυν ἐν αὐτῇ τῇ νυκτὶ ᾖ [*](1 vgl. Luk. 2, 25 – vgl. Luk. 2,36 – 2 vgl. Luk. 2. 39 –vgl.Luk. 2, 41 – 6 ff vgl. Harnack, Abh. Berl. Akad. 1916 s. 49f – zu Kἐλσος ωγλ. Οrigenes c. Cels. I 40; I 91, 5ff Kötschau I 48; s. 109, 15 ff; beachte auch in Joh. X 3; s. 172, 20ff Preuschen <διὰ τὸπ πολλοῦς> μὴ λυομέ3νης τπῆς διαφωνίας ἀφεῖσθαιο τῆς περῖὶ τῶν εὐαγγελίων πίστεως, ὡς οὐκ ἀληθῶν οὐδὲ θειοτέρῳ πνεύματι γεγραμμένων ἢ ἐπιτετευγμένως ἀπομνημονευθέντων. – Dden sonst unbekannten Φιλοσαββάτιος hat Epiph. whol der Christichen Streitszchrift Gegen Porphyrius entonommen, die e rim Folgenden benutzt – 10 vgl. II Kor. 10, 3 — 10 f vgl. Hebr. 11, 5f — 17f der gegner nimmt darnach an, daß die Magier in der Geburtsnacht selbst gekommen seien; auch Epiph. setzt die Ankunft der Magier auf denselben Tag wie die Geburt, jedoch genau 2 Jahre spräter vgl. S. 261, 2 ff u. 288, 6 — 20 Matth. 2, 13) [*](M U) [*](1 <αὐτὸν> * | ἐδέξατο Μ 2 ἐν ] ἐκ U 2 f καὶ ὡς—ἀνῄει <U 3 καθέτος Μ | ἀνείη Μ 4 τὰ <U | ἐπεξείργασται Μ 8 [εἰς ] * 9 ἁγίων <Μ 10f θεοῦ εὐαρέστησιν U 11 διὰ <U | <εἰρημένα>* 12 <αὐτῶν>* 13 ἐαυτῶ Μ 14 [εἶναι] * 14 f ἐμβηθλεὲμ U 15 vor αὐτὴ + ἡ Μ 16 τὴν < U 19f προσενεγκάντων + <τὰ δὼρα>?* 20 ὥς φησιν *] ὥς φασιν Μ ὡς λέγει φηςὶν U 21 τὸ παιδίον καὶ τὴν γυναῖκα σου U 22 αὐτῇ] ταύτη U | ἧ] ὀγδόη Μ)

259
γεγέννηται παρλήφθη εἰς Αἴγυπτον καὶ ἐκεῖ ἦν, ἕως ὅτου ἀπέθανεν Ἡρῴδης, πόθεν δύναται ἐπιμεῖναι [καὶ] ὀκταήμερον καὶ περιτμηθῆναι; ἢ πῶς μετὰ τεσσαράκοντα * εὑρίσκεται Λουκᾶς ψευδόμενος, ὥς φασι βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι φησίν »ἐν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνήνεγκαν αὐτὸν εἰς Ἱερουσαλὴμ κἀκεῖθεν <ὑπέστρεψαν> εἰς Ναζαρέτ«;

Καὶ οὐκ οἴδασιν οἱ ἀγνωσίᾳ κατεχόμενοι τοῦ ἁγίου πνεύματος τὴν δύναμιν· ἑκάστῳ γὰρ τῶν εὐαγγελιστῶν ἐδωρήσατο ἑκάστου χρόνου καὶ καιροῦ διηγεῖσθαι τὰ ἐν ἀληθείᾳ πληρωθέντα. καὶ ὁ μὲν Ματθαῖος διηγησάμενος μόνον ὅτι ἐγεννήθη ἐν πνεύματι ἁγίῳ καὶ ὅτι συνελήφθη ἄνευ σπέρματος ἀνδρός, οὐδὲν περὶ περιτομῆς εἶπεν οὐδὲ περὶ τῶν δύο ἐτῶν τι τῶν εἰς αὐτὸν μετὰ τὴν γέννησιν γεγενημένων, ἀλλὰ διηγεῖται τὴν ἔλευσιν τῶν μάγων,

ὡς ἐπιμαρτυρεῖ ἡμῖν ὁ ἀληθὴς τοῦ θεοῦ λόγος, ἐρωτῶντος τοῦ Ἡρῴδου παρὰ τῶν μάγων τὸν χρόνον καὶ ἠκριβωκότος τοῦ φαινομένου ἀστέρος, καὶ τῶν μάγων τὴν ἀπόκρισιν, ὅτι ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω· ὡς μὴ εἶναι τὸν χρόνον τοῦτον τὸν τῷ Λουκᾷ πεπραγματευμένον.

ἀλλ᾿ ὁ μὲν Λουκᾶς τὰ πρὸ <τῶν> δύο ἐτῶν διηγεῖται, Ματθαῖος δὲ εἰπὼν τὴν γέννησιν ἀπεπήδησεν εἰς τὸν διετῆ χρόνον καὶ ἐδήλωσε τὰ γενόμενα μετὰ <τὰ> δύο ἔτη.

διὸ καὶ ὁ Ἡρῴδης διανοηθεὶς τοῦτο μετὰ τὸ ἀπονεῦσαι τοὺς μάγους δι᾿ ἑτέρας ὁδοῦ ᾠήθη ἐν τῶ πλήθει τῶν παίδων καὶ αὐτὸν <τὸν> γεννηθέντα εὑρεθήσεσθαι καὶ σὺν αὐτοῖς ἀποκτέννυσθαι.

ἐκέλευσε γὰρ τοὺς ἐν τοῖς ὁρίοις Βηθλεὲμ παῖδας ἀποκτανθῆναι, τοὺς ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω, ἕως αὐτῆς τῆς ἡμέρας ἧς οἱ μάγοι παρ᾿ αὐτῷ ἐγένοντο. ἔνθεν οὖν τίνι οὐ φανεῖται ὅτι ὅτε ἦλθον οἱ μάγοι δύο ἦν ἐτῶν ὁ παῖς γεγεννημένος;

καὶ γὰρ καὶ αὐτὴ ἡ πραγματεία τὴν πὰσαν ἀκρίβειαν σαφηνίζει. ὁ μὲν γὰρ Λουκᾶς λέγει ἐσπαργανῶσθαι τὸν παῖδα εὐδὺς γεγεννημένον καὶ [*](4 vgl. Luk. 2, 21. 39 — 14 vgl. Matth. 2, 7 — 20 vgl. Matth. 2, 12. 16 — 23 Matth. 2, 16 — 27 vgl. Luk. 2, 7) [*](M U) [*](2 δύναται] τὸ U | [καὶ] Dind. Öh. | καὶ 2 < U 3 πῶς + τὸ U | * <ἡμέρας ἀνενεχθέντα αὐτὸν εἰς Ἱερουσαλὴμ διηγούμενος οὐχ> * 4 φησὶ1 M 6 <ὑπέστρεψαν> * | Ναζαρέθ M 8 ἐδωρήσατο sc. τὸ πνεῦμα] ἐδωρήθη M 10 ὅτι μόνον M 11 εἰπὼν M 12 περὶ *] πρὸ MU | μετὰ τὴν γέννησιν < U | γεγεννημένων M 14 τοῦ θεοῦ] τοῦ κυρίου M 15 ἠκρίβωτο U 16 τὴν ἀπόκρισιν *] ἡ ἀπόκρισις MU 17 ἀλλὰ M 18 <τῶν> * 20 <τὰ>* | ὁ < M 22 <τὸν> * 25 οὖν < U 26 γεγενημένος U 27 ἡ αὐτὴ U 28 γεγεννημένον] τετεγμένον U)

260
κεῖσθαι ἐν φάτνῃ καὶ ἐν σπηλαίῳ διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι.

ἀπογραφὴ γὰρ τότε ἦν καὶ οἱ διασκορπισθέντες ἀπὸ τοῦ χρόνου τῶν πολέμων τῶν ἐπὶ τοῖς Μακκαβαίοις γεγονότων ἐπὶ τὰ πανταχοῦ γῆς διεσκορπίσθησαν καὶ ὀλίγοι παντελῶς ἔμειναν ἐν Βηθλεὲμ κατοικοῦντες· διὸ ἔν τινι τῶν ἀντιγράφων τῶν εὐαγγελιστῶν καλεῖται πόλις τοῦ Δαυίδ, ἐν ἄλλῳ δὲ κώμην αὐτὴν φάσκει διὰ τὸ εἰς ὀλίγην γῆν αὐτὴν ἡκέναι.

ὅτε δὲ γέγονε τὸ κέλευσμα Αὐγούστου τοῦ βασιλέως καὶ ἀνάγκην ἔσχον οἱ διεσκορπισμένοι κατὰ τὰ αὐτῶν γένη ἐλθεῖν εἰς τὸν τόπον ἵνα ἀπογραφῶσιν, ἐπιρρέοντα τὰ πλήθη ἐνέπλησε τὸν τόπον καὶ οὐκ ἦν τόπος ἐν τῷ καταλύματι διὰ τὴν συνέχειαν.

λοιπὸν δὲ μετὰ τὴν ἀπογραφὴν ἀπῆλθεν ἕκαστος ὅποι γῆς τὴν καταμονὴν τῆς κατοικήσεως εἶχε· διὸ καὶ πλάτος ἐτύγχανεν ἐν τῇ γῇ.

ἐρχόμενοι δὲ ὡς εἰπεῖν μνήμης ἕνεκα τῶν ἐκεῖ γεγενημένων <τοῦ> πρώτου ἐνιαυτοῦ τελεσθέντος καὶ τοῦ δευτέρου πληρωθέντος ἦλθον οἱ γονεῖς ἐκεῖσε ἀπὸ τῆς Ναζαρὲτ ὡς εἰς τὴν πανήγυριν ταύτην.

διὸ καὶ ἡ ἔλευσις τῶν μάγων γεγένηται κατὰ τὴν τοιαύτην συγκυρίαν οὐκέτι ἴσως πη ἐν τῃ καταλύσει τότε τῆς Μαρίας καὶ Ἰωσὴφ διὰ τὴν τῆς ἀπογραφῆς παρουσίαν τῇ ὑπὸ τοῦ Λουκᾶ εἰρημένῃ. οὐ γὰρ ηὗρον τὴν Μαριὰμ ἐν τῷ σπηλαίῳ, ὅπου ἐγέννησεν· ἀλλὰ ὡς ἔχει τὸ εὐαγγέλιον, ὅτι ὡδήγει αὐτούς, φησίν,