Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

δέρμα γὰρ ἀπὸ σώματος γίνεται, νεκρὸν ὄν, ὡς σκίασμα σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ θεοῦ· ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ θεός, πληρουμένου τοῦ ῥητοῦ ὅτι »κατασκηνώσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω«.

ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι * ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ θεοῦ πραγματεία,

ἵνα μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν ἣ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς νοήσωμεν ἀπ᾿ οὐρανοῦ εἶναι τῆς ἐκκλησίας τὸ κήρυγμα, ὡς καὶ ἄλλῃ που εἶπεν »ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ«.

σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται, σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ κυρίου ἐν τῷ εὐαγγελίω. διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἠμῖν· »σαλπίσει, γὰρ φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται«.