Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει· »οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει« κατὰ τὸ γεγραμμένον.

καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον. πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτο φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον.

φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ καὶ τῶν μαθητῶν ὠς μετὰ τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖταιὁ Ἰωάννης καὶ Λουκᾶς καὶ οἱ πάντες.

32. Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοὐτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν, οὐκ εἰδότες ὅτι καθ᾿ ἑαυτῶν μᾶλλον ὁπλίζονται ἤπερ κατὰ τῆς ὐγιοῦς διδασκαλίας.