Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἡ κτησαμένη. τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ᾿ ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν »ὑπὲρ τῆς κληρονομούσης« καὶ τὰ ἑξῆς; γάμος γὰρ ὡς ἀληθῶς οῠτος εὐλογημένος, ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν.

ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγονός· καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβαχευομένων ἐπιστύψῃ <διὰ> τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰ εὐφρασίαν <διὰ> τοῦ λυσιπόνου οἴνου καὶ τῆς χάριτος,

ἵνα κατὰ πάντα τρόπον ἀποφράξῃ τὰ στόματα τῶν κατὰ τοῦ † κυρίου ἐπεγειρομένων καὶ ἵνα δείξῃ ὅτι αὐτὸς θεός ἐστι σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι αὐτοῦ, τὸ ὕδωρ τῇ ἀμπέλῳ παρέχων χροΐζων <τε> αὐτὸ ἐνν αὐτῇ εἰς οἶνον εἰς εὐφρασίαν ἀνθρώπων. ἐν ἄλλῳ δὲ τόπῳ μακρότερον περὶ τούτων διηγησάμεθα, ἐνταῦθα δὲ ὡς ἐν παρεκβάσει διέδραμον τὸν λόγον.

ὅμως δύο Πάσχα μὲν μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ὁ σωτὴρ ποιεῖται καὶ τῷ τρίτῳ πάσχει, ὠς πληροῦσθαι τὰ ἤδη μοι κατὰ λεπτὸν εἰρημένα περὶ ἡμερῶν καὶ μηνῶν καὶ ὑπατειῶν. καὶ πανταχόθεν διέπεσεν τούτων πεπλανημένος ὁ λόγος, τῶν εὐαγγελίων συνῳδὰ πρὸς ἄλληλα [*](3 Joh. 2,1 — 5 vgl. Matth. 12,40 — 6 vgl. Origenes in Joh. XIII 57; S. 288,8ff Preuschen τῇ Κανᾶ ταύτῃ ἐπιδημεῖ βεβαιῶν ἑαυτῷ κτῆσιν τῶν ἀπὸ ταύτης τῆς γῆς πιστευόντων εἰς τὸν πατέρα δι᾿ αὐτοῦ ebda XIII 62; S. 294, 28 u. 295,7 — 8 Psal. 5 Überschrift — 19 vgl. Ancoratus c. 66,2ff; I 79,19ff) [*](M U ) [*](2 τὸ εὐαγγέλιον *] τοῦ εὐαγγελίου M 2 δείκνυσιν *] διηγεῖται M 3 <λέγον> * |τῇ].ἔτι M 5 † ἐν τῇ γῇ] lies wohl ἐν τῶ ἅιδῃ *; gemeint sind die „drei Tage und drei Nächte“ von der Kreuzigung bis zur Auferstehung, vgl. die Berechnung in der Didaskalie V 14,9ff; S. 274,7ff Funk 7 ἢ < U 9 οὗτος ὡς ἀληθῶς U 11 γεγονὼς M 12 καὶ < M; lies καὶ ἐκλήθη <Ἰησοῦς εἰς τὸν γάμον· ἐκλήθη δὲ>?* |τῷ < M 13 ἐκβαχευομένων] ἀναστρεφομένων M | <διὰ> * 14 ἐπιδιορθώσεται U | <διὰ> 15 ἀποφράζη M φράξη U 16 † κυρίου] νόμου κυρίου U; lies wohl γάμου * 17 τῶ ἁγίω αὐτοῦ πνεύματι U 18 <τε> U * | εἰς2] καὶ U 19 διηγησόμεθα U 20 διέδραμα M 24 ὁ περὶ τούτων πεπλανημένος λόγος U)

304
ἐχόντων καὶ μηδ᾿ ὁποτέρου τῶν εὐαγγελιστῶν ἀντίθετα πρὸς τὸν ἕτερον ἔχοντος.