Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

30. διὸ καὶ ἐν πολλοῖς τόποις ἄχρι τῆς δεῦτο τουτὶ γίνεται διὰ τὸ τότε γεγενημένον θεοσήμειον εἰς μαρτύριον τοῖς ἀπιστοῦσιν, ὡς μαρτυροῦσιν ἐν πολλοῖς τόποις τηγαί τε καὶ ποταμοὶ εἰς οἶνον ματαβαλλόμενοι·

Κιβύρης μὲν τῆς πόλεως τῆς Καρίας ἡ πηγή, καθ᾿ ἣν ἤντλησαν ὥραν οἱ διάκονοι καὶ εἶπεν »δότε τῷ ἀρχιτρικλίνῳ«· μαρτυρεῖ δὲ καὶ ἡ ἐν Γεράσῃ τῆς Ἀραβίας πηγὴ ὡσαύτως· αὐτοὶ <γὰρ ἡμεῖς> πεπώκαμεν ἀπὸ τὴς Κιβθρ<ικ>ῆς, ἡμέτεροι δὲ ἀδελφοῖ ἀπὸ τῆς ἐν Γεράσῃ πηγῆς τῆς ἐν τῷ μαρτυρίῶ.

πολλοὶ δὲ καὶ ἐν Αἰυύπτῳ περὶ τοῦ Νείλου τοῦτο μαρτυροῦσι. διόπερ ἐν τῇ ἑνδεκάτῃ τοῦ Τθβὶ κατ᾿ Αἰγυπτίους πάντες ὑδρεύονται ὕδωρ καὶ ἀποτιθέασιν ἐν αὐτῇ τῇ Αἰγύπτῳ καὶ ἐν πολλαῖς πατρίσιν.

[*](1 Weish. Sal. 7,2 — 7f vgl. diodor bibl. hist. III 66, 2; s. 375, 3ff Vogel καὶ Τήιοι μὲν τεκμήριον φέρουσι τῆς παρ᾿ αὐτοῖς γενέσεως τοῦ θεοῦ τὸ μέχρι τοῦ νῦν τεταγμένοις χρόνοις ἐν τῇ πόλει πηγὴν αὐτομάτως ἐκ τῆς γῆς οἴνου ῥεῖν εὐωδίᾳ διαφέροντος Plinius nat. hist. II 103; S. 219, 7ff Mayhoff Lyncestis aqua quae vocatur acidula vini modo temulentow facit; item in Paphlagonia et in agro Caleno. Andro in insula templo Liberi patris fontem nonis Ianuariis semper vini saporem fundere Mucianus ter consul credit. dies Θεοδαίσα εοδαίσια vo0catur Pausanias descr. Garec. VI 26, 2; S. 165,27ff Spiro λέγουσι δὲ καὶ οἱ Ἄωδριοι παρὰ ἔτος σφίσιν ἐσ τοῦ Διονυσίου τὴν ἑορτὴν ῥεῖν οἶνοναὐτόματον ἐκ τοῦ ἱεροῦ — 11 Joh. 2,8 — 15 f zu dem Wasserschöpfen vgl. Plutarch de Is. et Osir. c. 12; 355E ἔνιοι δὲ Παμύλην τινὰ λέγουσιν ἐν Θήβαις ὑδρευόμενον ἐκ τοῦ ἱεροῦτοῦ Διὸς φωνὴν ἀκοῦσαι διακελευομένην ἀνειπεῖν μετὰ βοῆς, ὅτι μέγας βασιλεὺς εὐεργέτης Ὅσιρις γέγονε c. 39; 366F τὴν ἱερὰν κίστην οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν κιβώτιον, εἰς ὃ ποτίμου λαβόντες ὕδατος ἐγχέουσι καὶ γίγνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Οσίριδος; andrerseits Chrysostomus de bapt. 2; Migne 49, 366 διά τοι τοῦτο καὶ ἐν μεσονυκτίῳ κατὰ τὴν ἑορτὴν ταύτην (Epiphanien) ἅπαντες ὑδρευσάμενοι οἴκαδε τὰ νάματα ἀποτίθενται καὶ εἰς ἐνιαυτὸν ὁλόκληρον φυλάττουσιν Antoninus Placent. c. 11; S. 167, 7ff Geyer)[*](M U)[*](1 τὸ] τῶ M | τῷ < U 3 <δέδεικται ὅτι τῇ> * ἔνσαρκος] ἐν σαρκὶ U 7 τουτὶ] τοῦτο M | διὰ < U 7f τότε τὸ γενόμενον U 11 διάκονοι] μαθηταὶ M | ἀρχιτρικλίνῳ + <εἰς οἶνον μεταβάλλεται> ?* 12f ὡσαύτως. αὐτοὶ <γὰρ> *] ὡς αὐτοὶ M ὡσαύτως U 13 Κιβυρ<ικ>ῆς * | ἡμέτεροι δὲ] καὶ ἡμέτεροι M 14 vor πολλοὶ + καὶ U 15 τοῦτο] ταῦτὸ?* | τοῦ2 < U)
302

οὕτως γὰρ εὑρίσκεται μετὰ τὴν δωδεκάτην Ἀθύρ, ἀπελθόντος καὶ πειρασθέντος τεσσαράκοντα ἡμέρας καὶ ἐλθόντος εἰς Ναζαρὲτ καὶ μείναντος ὡσεὶ ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς, κατελθεῖν ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην διατελέσαι τε πρώτην καὶ δευτέραν ἡμέαν καὶ ἀνακάμψαι εἰς Ναζαρὲτ καὶ μεῖναι ὡσαύτως πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἐξελθεῖν τῇ

τρίτῃ ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς πληροῦσθαι τὰς πάσας ἡμέρας ξݲ ἀπὸ τοῦ βαπτίσματος, τεσσαράκοντα μὲν τοῦ πειρασμοῦ καὶ τὰς εἰς ναζαρὲτ δύο ἑβδομάδας <καὶ δύο ἡμέρας> καὶ τὰς ἄλλας δύο, καὶ τῇ τρίτῃ τὸ σημεῖον τοῦ ὕδατος ἐν τῷ γάμῳ γεγενῆσθαι.

μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελθόνα ἀναγνῶναι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου. διὸ λέγουσι »ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμενν ἐν Καφαρναούμ σε πεποιηκέναι«·

ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰ καφαρναοὺμ ἐκεῖθεν διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ᾿ οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν <τε> τοῦς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν.