Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἐκεῖνο τὸ Πάσχα τὸ Ἰουδαϊκὸν μετὰ τῶν μαθητῶν ἔφαγεν, οὐκ ἄλλως ποταλύση τὸν νόμον, ἀλλὰ πληρώση.

καὶ οὕτως μετὰ τὸ ὑπερβῆναι τριακοστὸν ἔτος ὅτε ἐβαπτίσθη καὶ μετὰ τὸ τρακοστὸν πρῶτον, κηρύξας πληρέστατον ἐνιαυτὸν δεκτὸν καὶ γὴ ἀντικεγόμενον, κηρύξας δὲ ἄλλον ἐνιατὸν ἀντιλεγόμενον καὶ ἐν διωγμῷ ὄντα ἐγοτούμενόν τε, καὶ μετὰ τοῦτο ἄλλον ἐνιαυτὸν ὑπερβὰς ἀπὸ τῆς τῶν γενεθλίων αὐτοῦ ἡμέρας τουτέστιν Ἐπιφανείων,

ἥτις τυγχάνει πέμπτη εἰς ἔκτην ἐπιφώσκουσα Ἰανουαρίου μηνός, κατὰ δὲ Αἰγυπτίους Τυβὶ ἐνδεκάτη, ἐπὶ ὅλας ἑβδομήκοντα τέσσαρας ἡμέρας, ὡς προείπαμεν, ἕως τῆς πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων, * καὶ ἔτη πληρέστατα καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας τριάκοντα δύο ἔτη πληρέστατα καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀπὸ Ἐπιφανείων. καὶ ἀναστὰς κατ᾿ Αἰγυπτίους Φαμενὼθ ἕμέρας ἀπὸ Ἐπιφανείων.

καὶ ἀναστὰς κατ᾿ Αἰγυπτίους φαμενὼθ ἕκτῃ καὶ εἰκάδι, ἥτις ἦν ἰσημερία παρελθούσης νυκτὸς καὶ ἰσονυκτία μετὰ τὴν [*](10 Luk. 22, 15 — 12f vgl. Matth. 5,17) [*](M U) [*](1 διὰ † τοῦ πδݲ ἔτους] lies wohl διὰ τῶν πδݲ ἐτῶν <ἐμβολιμεύουσιν τριάκοντα μῆνας καὶ> |ἔτους ἐν τῷ ὐγδοηκοστῷ πέμπτῳ < U 2 ἐμβόλιμον + ἐμβολίμων Μ 4 † καݲ (εἰκοσιτέσσαρες U) ἡμέραι (ἡμέρα Μ) καὶ ὧραι ( ὥρας Μ) γݲ] die Rechnung ergibt κηݲ ἡμέραι καὶ ὧραι βݲ * 5 σφαλέντος U 6 τὴν < Μ 7 ergänze etwa nach S. 296,2f <τῇ τρίτῃ ἔφαγον τὸ πάσχα>* | μὲν < U 11 ἐκεῖνο *) ἐκείνω Μ ἐκεῖ U 14 οὔτως] οὓτος U 15 μετὰ < Μ | πρῶτον] ἔτος U 16 δεκτὸν < Μ |κηρύξας δὲ ἄλλον ἐνιαυτὸν] καὶ ἕτερον U 17 τοῦτο *] τὸν Μ U 18 ἀπὸ τῆς τῶν] τῆς ἀπὸ τῶν Μ 19 Ἐπιφανίω ΜU | πέμπτη — ἐπιφώσκουσα] ἕκτη U | Ἰαννουαρίου MU 20 ἑβδομήκοντα τέσσαρας] οαݲ Μ 21 προείπομεν U |Ἰαννουαρίου ΜU 20 ἑβδομήκοντα Ἀπριλλίων> * | κατὰ U 24 Ἐπιφανίων Μ U 25 —S. 299,1 παρελθούσης — εἰκάδα < U)

299
πέμπτην <καὶ> εἰκάδα καὶ πρὸ ιݲαݲ καλανδ[ων Ἀπριλλίων *, ἵνα εὐρεθῶσι πάντες ψευδόμενοι οἱ μὴ ὄντες υἱοῖ τὴ ἀληθείας.

28. Εὐθὺς πρῶτος Οὐαλεντῖνος * δραματουργήσας, τριάκοντα ἡμῖνν αἰῶνας ἀπὸ τοῦ τριακονταςτοῦς νομίζων * τῆς τοῦ σωτῆρος ἀναγωγῆς καὶ ἀνδρώσεως τῆς αὐτοῦ ἡλικίας, οὐκ εἰδὼς ὅτι οὐ τριάκοντα ἔτη μόνον ἐποίησεν,

ἀλλὰ ἐν τῷ τριακοστῷ ἐβαπτίσθη μετὰ τὸ πληρῶσαι εἰκοσιεννέα ἔτη καὶ μῆνας δέκα, τῇ δωδεκάτῃ ὡς προεῖπον Ἀθύρ, πρὸ ἓξ εἰκῶν Νοεμβρίων, καὶ μετὰ ταῦτα κηρύξας * ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀντιλεγομένας, ἐξότε ἐβαπτίσθη πρὸ <πρῶτον> ἐνιαυτὸν ἄλλον ἐνιαυτὸνἀντιλεγόμενον καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀντιλεγομένας, ἐξότε ἐβαπτίσθη πρὸ <ἑξήκοντα ἡμερῶν> τῶν αὐθτοῦ γενεθλίων·

ὥστε εἶναι τὰ πάντα ἔτη τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἕως τοῦπάθους ἀπὸ τῆς γεννήσεως λݲβݲ ἔτη καὶ οݲδݲ ἡμέρας, ἀπὸ δὲ ἀρχῆς * ὑπατείας Σιλανοῦ καὶ Νερούα δύο ἔτη καὶ ρݲλݲδݲ ἡμέρας. καὶ ἐλήλεγκται μὲν ἐνταῦθα ὁ προειρημένος Οὐαλεντῖνος καὶ οἱ πολλοὶ οἱ κατ᾿ αὐτὸν ἀφραίνοντες.

ἠλέγχθησαν δὲ καὶ οἱ ἀποβαλλόμενοι τὸ κατὰ ἱωάννην εὐαγγέλιον, οὓς δικαίως Ἀλόγους καλέσαιμι, ἐπειδὴ τὸν Λόγον τοῦ θεοῦ ἀποβάλλονται, τὸν διὰ Ἰωάννου κηρυχθέντα πατρικὸν θεὸν Λόγον, ἀπ᾿ οὐρανοῦ κατεληλυθότα καὶ σωτηρίαν ἡμῖν ἐργασάμενον <διὰ> τῆς πάσης ἐνσάρκου αὐτοῦ παρουσίας,

ὅτι ἀπὸ τε τῶν ὑπατειῶν καὶ ἀπὸ τῶν ἐτῶν καὶ ἀπὸ τῆς συστάσεωςω τοῦ προξήτου Ἠσαΐου καὶ ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίιου καὶ ἀπὸ τοὺ κατᾶ Ἰωάννην. καὶ ἀπὸ τοῦ κατὰ Ματθαῖον καὶ ἀπὸ τοῦ κατὰ μάρκον καὶ ἁπαξαπλῶς πανταχόθεν ἡλέγχθησαν οἱ πεπλανημένοι,