Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

10. Τῴ γὰρ τριακοστῷ τρίτῳ τοῦ Ἡρῴδου γεννᾶται ὁ κύριος, τριακοστῷ πέμπτῳ ἦλθον οἱ μάγοι, τριακοστῷ ἑβδόμῳ ἔτει τελευτᾷ ὁ Ἡρῴδης καὶ διαδέχεται Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ τὸ βασίλειον, ποιήσας ἔτη ἔννέα βασιλεύων, καθάπερ μοι ἤδη ἐν ἄλλοις τόποις εἴρηται.

ἀνεχώρησεν οὖν ἀκούσας περὶ Ἀρχελάου καὶ ἐλθὼν κατῴκησεν εἰς Ναζαρὲτ καὶ ἐκεῖθεν πάλιν κατ᾿ ἔτος ἐνῄει εἰς Ἱερουσαλήμ.

ὁρᾷς ὅση τυγχάνει ἀκρίβεια ἐν τοῖς θείοις εὐαγγελίοις περὶ ἑκάστης πραγματείας. οἱ δὲ ἀγνοίᾳ φερόμενοι, τὸν ἑαυτῶν νοῦν σκοτώσαντες οὐκ ἴσασι τὸ τέλος ἑκάστου λόγου, ἀλλὰ ἁπλῶς κατὰ τῶν ἁγίων <εὐαγγελιστῶν> ἐπαίρουσι τὸ στόμα καὶ χαλῶσι τὴν γλῶτταν, μηδὲν μὲν λέγοντες ἐν ἀληθείᾳ, ἑαυτοὺς δὲ τῆς ζωῆς ἀπαλλοτριοῦντες.

Ἐνθεν γοῦν ὁ Λουκᾶς μετὰ τὸ διηγήσασθαι τὰ πρῶτα πάλιν λέγει πῶς ἐν τῷ δωδεκάτῳ ἔτει ἀνῆλθεν εἰς Ἱερουσαλήμ, ἵνα μὴ παραλείψῃ τόπον τοῖς νομίσασιν αὐτὸν ἁπλῶς ἄνδρα τέλειον ἐν κόσμῳ πεφηνέναι καὶ εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην ἡκέναι, ὡς ὑπελήφθη ὑπό τε Κηρίνθου καὶ Ἐβίωνος καὶ τῶν ἄλλων.

δεινὸς γὰρ ὁ ὄφις σκαληνῶς διαβαίνων ἐν μιᾷ γνώμῃ οὐχ ἵσταται, ἀλλὰ τοῖς μὲν δοκεῖ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρὸς γεγενῆσθαι, τοῖς δ᾿ ἄλλοις ἁπλῶς ἄνθρωπος πεφηνέναι.

διὸ κατὰ τὸ λεπτὸν τὰ πάντα σιηγούμενοι οἱ ἅγιοι εὐαγγελισταὶ ἀκριβοῦσι. καὶ φύσει ὁ Λουκᾶς ὡς ἀπὸ κάτωθεν ἐπὶ τὰ ἄνω ἀναφέρων τὴν διάνοιαν φάσκει »ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο [*](2ff vgl. Matth. 2, 13 — 4 vgl. Matth. 2, 19 — 9ff vgl. Panarion Christentum 2, 1ff; I 228, 20ff — 21 vgl. Luk. 2, 41ff — 24 ff vgl. haer. 28, 1, 5; I 314, 3ff haer. 30, 3, 6; I 337, 6ff — 30 Luk. 3, 23) [*](M U) [*](1 ἐξότε M 3 ὁ < M 4 τὸ παιδίον καὶ τὴν μητέρα U 5 Ναζαρέθ M 6 ποιεῖ < M 7 * <φαίνεται καὶ>* | ἐπιστρέρει + τὸν αὐτὸν U 8​ ἐν τῆ Ἰουδαία U 9 τρίτῳ + ἔτι U (überflüssig, vgl. I 228, 20) 11 ὁ2 < U 14 Ναζαρὲθ M | ἀνείη M 18 <εὐαγγελιστῶν>*, vgl. Z. 28 19 ἀλλοτριοῦντες U 20 οὖν U 24 ὑπεβλήθη U | τε < U 25 ὁ < U 27 ἄνθρωπον Μ 28 ἡγούμενοι M | ἀκριβολογοῦσι U 30 εἶναι < M; vgl. S. 270,17 u. 294,7 | υἱὸς < M)

262
τοῦ Ἰωσήρ«.

τὸ δὲ νομίζεσθαι οὐκ ἀληθές ἐστιν, ἀλλὰ ἐν τάξει μὲν πατρὸς ἐτύγχανεν ὁ Ἰωσὴφ διὰ τὸ οὕτως τῷ θεῷ δεδόχθαι, οὐκ ἦν δὲ πατὴρ ὁ μὴ πρὸς τὴν Μαριὰμ ἐσχηκὼς συνάφειαν ἢ μόνον ὅτι ἀνὴρ ἐκλήθη διὰ τὸ μεμνηστεῦθαι πρεσβύτης ὀγδοήκοντα ἐτῶν που τυγχάνων πλείω ἐλάσσω καὶ ἔχων ἓξ υἱοὺς ἀπὸ τῆς ὄντως αὐτοῦ γαμετῆς πρώτης, ταύτην δὲ τὴν οἰκονομίαν παρειληφώς, ὡς καὶ ἄλλῃ που ἀκριβέστερον περὶ τούτου διῆλθον.

πῶς οὖν ὁ μὴ ἔχων συνάφειαν πατὴρ αὐτοῦ ἐτύγχανεν; ὅπερ ἀδύνατον.

11. Ἀλλὰ ἐρεῖς μοι, πῶς οὖν ἀνὴρ αὐτῆς ἐκέκλητο, εἰ μὴ ἔσχε ταύτην; ὁ δὲ ταῦτα ἀμφιβάλλων ἀγνοεῖ τὰ κατὰ τὸν νόμον, ὅτι ἐξότε ὀνομάζεται γυνὴ ἀνδρί, κἄν τε παρθένος εἴη κἄν τε ἐν οἴκῳ πατρὸς ἔτι ὑπάρχει, γυνὴ τοῦ ὠνομασμένου λέγεται ἡ τοιαύτη· τούτου ἕνεκεν ὁ ἅγιος ἄγγελός φησι »μὴ φοβηθῇς παραλαβεῖν τὴν γυναῖκά σου«.

καὶ ἵνα μή τις νομίσῃ ὅτι πλάνη τις <ἐστὶν> ἐν τοῖς εὐαγγελίοις — ἔκπληκτον γὰρ τὸ μυστήριον καὶ ἡ διήγησις ὑπὲρ ἄνθρωπον, μόνοις δὲ τοῖς υἱοῖς τοῦ ἁγίου πνεύματός ἐστι πᾶσα λεία τε καὶ πεφωτισμένη —,

<φησί> »ἦν ὡς ἐτῶν τριάκοντα, ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσὴφ τοῦ Ἠλὶ τοῦ Ματθάν«, καὶ ἀναφέρει τὴν γέννησιν ἐπὶ τὸν Ἀβραάμ, ὅθεν καὶ ὁ Ματθαῖος ἐνήρξατο, ὑπερβαίνει δὲ τὸν Νῶς καὶ φθάνει ἐπὶ τὸν Ἀδάμ, ἵνα τὸν ἀπὸ πρώτης πλασθέντα σημάνῃ, ζητούμενον διὰ τοῦ ἀπὸ τοῦ φυράματος αὐτοῦ ἐλθόντος τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας.

ἦλθε γὰρ δι᾿ ἐκεῖνον τόν ποτε πλασθέντα καὶ τοὺς ὑπ᾿ αὐτοῦ γεγεννημένουσ, θέλοντας ζωὴν αἰώνιον κληρονομῆσαι· ὑπερβὰς δὲ τὸν Ἀδὰμ λέγει »τοῦ θεοῦ«.

ἐντεῦθεν λοιπὸν ἦν φανερώτατον ὅτι τοῦ μὲν θεοῦ ἦν υἱός, διὰ δὲ τοῦ σπέρματος τοῦ Ἀδὰμ κατὰ διαδοχὴν ἐν σαρκὶ παρεγένετο. ἀλλὰ οὐκ ἔσχον πάλιν φωτισμὸν οἱ πεπλανημένοι, ἀντέλεγον δὲ τῷ [*](1ff vgl. Ancoratus c. 60; I 70, 18ff Panarion haer. 28, 7, 6; I 319, 26ff haer. 30, 29, 8 u. 11; I 373, 21 u. 374, 3ff haer. 78, 7ff — 13 Matth. 1, 20 — 17 Luk. 3, 23ff — 21 vgl. haer. 46, 2, 7 u. 3, 10; II 206, 11ff u. 207, 20ff — 24 Luk. 3, 38) [*](M U) [*](2 δεδέχθαι Μ 4 ἐτῶν ὀγδοήκοντα U | που < U 5 πλέν M | vor ἐλάσσω + ἢ U | υἱοὺς ἓξ U 6 ταύτην δὲ τὴν] τὴν δὲ U 8 ὑπῆρχεν U 10 τὸν < M 11 ἦ U | τε2 < M 12 ὠνομασμένου] ὀνόματος μόνου U 14 <ἐστιν>* 15 ἐκπλήττον M 16 ἁγίου < M 16f λεῖα πᾶσα τε U 17 <φησί>* |ἦν + οὖν U 19 ὁ < M 20 φθάννει M | ἀπὸ πρώτης ist nicht zu beanstanden vgl. S. 281, 8 23 ποτε + <ὑπ᾿ αὐτοῦ> u. ἀπ᾿ statt des folgenden ὑπ᾿ ?* 24 τὸν] τοῦ M 25 φανερώτατον *] φανέρωσις MU 25f διὰ δὲ + καὶ U 27 πάλιν < M)

263
λόγῳ, ἑαυτοὺς πλανῶντες<καὶ τὸ ψεῦδος ἀγαπῶντες> ὑπὲρ τὴν ἀλήθειαν.