Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτοτυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες <τοῖς> κατὰ Φρύγας καὶ ἐξ αὐτῶν ὁρμώμενοι, διῄρηνται δὲ κατά τινα τρόπον.

φασὶ γὰρ οὗτοι οἱ Κυϊντιλλιανοὶ εἴτ᾿ οὖν Πρισκιλλιανοὶ ἐν [*](20 ff Quintilla nur bei Epiphanius (außer hier noch haer. 51, 33, 8 und haer. 79, 1, 7) genannt; für das Verhältnis der Quintillianer-Priscillianer zu den Kataphrygern beachte,daß Epiph. in haer. 48 keinen Ausspruch der Priscilla gebracht hat ) [*](M U) [*](1 [τὸ]* 2 μαθηταῖς Μ |κυρίου] χριστοῦ U 4 ἔχειν ἡγησάμενοι *] εἰσηγησάμενοι ΜU 7 f καταθλάσαντες] καὶ κολάσαντες Μ 8 τῆς αἱμορροίας ἐχίδνησ M | ἐοικυίας ἧς Dind. Öh.] ἐοικυία ἧς U ἡ κύησις Μ 8f τὸ αἷμα < Μ 9 ἐκβάλλει U 10 ἄφθορον Μ 11 τὸ1 < Μ |πρὸς] εἰς U 11f ἀποφέρεσθαι U 12 * etwa <σχηματιζομένη> * | δῆθεν hinter αἷμα (Ζ. 11) U 14 προσερχόμενοι U 17 Unterschrift κατὰ τῶν καταφρύγα ἤτοι μοντανιστῶν καλουμένων ἢ καὶ τασκοδρουπτῶν κݲηݲ ἢ καὶ μݲηݲ Μ 19 συνέπονται U | τῆς δὲ ἀκολουθίας] ἢ καὶ ΜU 21 τε < Μ | <τοῖς> * 22 κατὰ Φρύγα Μ 23 Κυϊντιλλιανοὶ *] κατὰ φρύγα ΜU )

242
τῇ Πεπούζῃ ἢ Κυΐντιλλαν ἢ Πρίσκιλλαν (οὐκ ἔχω <γὰρ> ἀκριβῶς λέγειν), μίαν δὲ ἐξ αὐτῶν ὡς προεῖπον ἐν τῇ Πεπούζῃ κεκαθευδηκέναι καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι συνυπνωκέναι τε αὐτῇ

τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλεγεν· »ἐν ἰδέᾳ, φησί, γυναικός, ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χριστὸς καὶ ἐνέβαλεν ἐν ἐμοἰ τὴν σοφίαν καὶ ἀπεκάλυψέ μοι τουτονἰ τὸν τόπον εἶναι ἅγιον καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι«.

διό φασι καὶ ἄχρι τῆς δεῦρο μυεῖσθαί τινας οὕτω γυναῖκας ἐκεῖσε ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς.

τὸν Χριστὸν θεωρῆσαι. γυναῖκες γοῦν παρ᾿ αὐτοῖς καλοῦνται προφήτιδες. οὐ πάνυ δὲ σαφῶς οἶδα εἰ παρ᾿ αὐτοῖς ἢ παρὰ τοῖς κατὰ Φρύγας· ὁμοῦ γάρ εἰσι καὶ τὸ αὐτὸ φρόνημα κέκτηνται.