Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἄλλος ἐλεύσεται ἐπὶ τῷ ἰδίῳ ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον«. ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων γραφῶν ηὑρέθη, ὡς παντί τῳ σαφὲς εἴη [τῷ] νουνεχῶς ἐντυγχάνοντι. εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς ἐκκλησίας <αὐτὸς> καὶ ἡ κατ´ αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων ἀπέστη.

τὶς τοίνυν τολμήσειε παρακολουθῶν τούτους προφήτας καλεὶν καὶ μὴ μὰλλον πλάνους εἶναι <φήσειεν> τοὺς τοιούτους; Χριστὸς γὰρ ἡμᾶς ἐδίδαξε λέγβν ὅτι »τὸ πνεῦμα τὸ παράκλητον ἀποστέλλω ὑμῖν« καὶ τὰ σημεᾶ διδοὺς ἔλεγεν ὅτι »ἐκεῖνός με δοξάσει« ὡς τὰ ἀληθῆ ἔστιν ἰδεῖν ὅτι οἱ ἅγιοιι ἀπόσολοι τὸ παράκλητον πνεῦμα λαβόντες κύριον ἐδόξασαν, οὗτος δὲ ὁ Μοντανὸς ἑαυτὸν δοξάξει·

ὁ κύριος τὸν πατέρα αὐτοῦ ἐδόξασε καὶ ὁ κύριος πάλιν [ὁ] Χριστὸς τὸ πνεῦμα ἐδόξασε, λέγων αὐτὸ πνεῦμα ἀληθείας, Μοντανὸς δὲ ἑαυτὸν δοξάζει μόνονκαὶ λε΄γει εἶναι πατέρα παντοκρα΄τορα καὶ τὸ ἐν αὐτῷ ἐνοικῆσαν *, ἵνα πανταχόθεν δειχθῇ οὐκ αὐτὸς ὢν οὐκὲ ὑπ´ ἐκείνου ἀπεσταλμένος οὐδὲ παρ’αὐτοῦ λαμβάνων.

»ἐν τῷ γὰρ κυρίῳ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς« καὶ »ἀπὸ τοῦ πληρώματος αὐτοῦ πάντες οἱ προξῆται εἰλήφασι« κατὰ τὸν τοῦ ἁγίου Ἰωάννου λόγον.

καὶ ὅρα πῶς πάντες οἱ παλαιοῖ Χριστὸν κατήγγελλον καὶ οἱ μετέπειτα Χριστὸν ἐδόξασαν καὶ αὐὸνν ὡμολόγησαν, Μοντανὸς δὲ εἰσέρησεν ἑαυτὸν τινὰ λέγων, ὅπως δειχθῇ ὅτι οὔτε αὐτὸς ἔστιν οὔτε ἀπ´ αὐτοῦ ἀπέσταλται οὔτε παρ´ αὐτοῦ τι εἴληφεν.

[*](3 Joh. 5, 43 — 12 vgl. Joh. 16, 7 — 13 Joh. 16, 14 — 17 vgl. Joh. 16, 13 — 20 Kol. 2,9 — 22 Joh. 1, 6)[*](M U)[*](2 οὕτω U 4 μου < Μ |vor ἄλλος + ἀὰν Μ 6 τῳ] τὸ U | εἴη] ἐστι U | [τῷ] * 8 ἀγίας < M | <αὐτὸς> Jül. 11 πλάνης M |<φήσειεν> * 13 τὰ σημεῖα]lies τὸ σημεῖον?* 14 τὰληθὴ M 15 κύριον] Χριστὸν U | οὗτος]αὐτὸς M 16 ὁ1 u. 2 < M | [ὁ] * 17 ἐδόξαζε M 18 λέγει + <ἑαυτὸν>?* 19 τὸ < U | ἐνοικῆσαι U | * etwa <πνεῦμα πλάνον εἶναι τὸν παράκλητον>* 20 ἐν γὰρ τῷ U 21 eýd;εὐδόκησε M 23 ὁρᾶς U 26 οὔτε1 <Μ |αὐτὸς *, vgl. Z. 19] οὗτος M<U 27 τι < U)
235

Εἶτάλιν φησὶ τὸ ἐλεεινὸν ἀνθρωπ΄΄αριονΜοντανὸς ὅτι «οὔτε ἄγγελος οὔτε πρέσβυς, ἀλλ᾿ ἐγὼ κύριος ὀ θεὸς πατήρ ἦλθον«. ταῦτα δὲ λέγων φωραθήσεται ἀλλότριος ὤν, Χριστὸν μὴ δοξάζων, ὅν πᾶν χάρισμα ἐκκλησιαστικὸν ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ δοθὲν ἐν ἀληθείᾳ ἐδόξασεν.

εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος ἐκκλησίας καὶ κεφαλῆς τοῦ σύμπαντος καὶ »μὴ κρατῶν τὴν κεφαλήν, ἐξ ἡσπερ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει« κατὰ τὸ γεγραμμένον. ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸν ἑαυτὸν ἔδειξεν, ὄντως ὢν υἱὸς ἐν ἀληθείᾳ, Μοντανὸς δ᾿ ἑαυτὸν καὶ πατέρα λέγει.

12. Πῶς τοίνυν, ὦ Φρύγες ἡμὶν πάλιν ἐπαναστάντες πολέμιοι καί μεμορφωμένοι εἰς Χριστιανικὴν ἐπίκλησιν, βαρβάρων δὲ ἐπανῃρημένοι μάχην καὶ τῶν Τρῴων καὶ Φρυγῶν μιμούμενοι τὸ πολέμιον, πῶς πεισθῶμεν ὑμῖν λέγουσι διὰ χαρίσματα ἀφεστάναι τῆς ἐκκλησίας;

οὐκέτι γὰρ χαρίσματα εἴη τὰ ἀλλότρια χαρισμάτων ὄντα καὶ παρὰ τὸν χαραδτῆρα τὸν ὑπὸ κυρίου ὑπισχνούμενον, ὡς οἱ καθ᾿ ὑμᾶς προφῆται λέγουσιν.

εἰσάγετε δὲ ἡμῖν πάλιν καὶ Μαξίμιλλαν· καὶ γὰρ καὶ τὰ ὀνόματα ὑμῶν διηλλαγμένακαὶ φοβερώτατα καὶ οὔτε προσηνές τι καὶ γλυκύτατον ἔχοντα, ἀλλὰ ἄγιόν τι καὶ βαρβαρικόν.