Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

φάσκοντος τοῦ ἀποστόλου Ἰωάννου ἐν τῇ ἐπιστολῇ ὅτι »δοκιμάζετε τὰ πνεύματα, εἰ ἔστιν ἐκ τοῦ θεοῦ« καὶ πάλιν δὲ λέγοντος ὅτι »ἠκούσατε ὅτι Ἀντίχριστος ἔρχεται καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν. ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾿ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἄν μεθ᾿ ἡμῶν· ἀλλ᾿ ἵνα γνωσθῶσιν ὅτι οὐκ ἦσαν ἐξ ἡμῶν. τούτου χάριν γράφω ὑμῖν, τεκνία« καὶ τὰ ἑξῆς.

ἀληθῶς οὖν οὗτοι οὐκ εἰσὶν ἐξ αὐτῶν τῶν ἁγίων. ἐξέβησαν γὰρ τῇ αὐτῶν φιλονεικίᾳ, προσανέχοντες καὶ πνεύμασι πλάνης καὶ μυθολογίαις.

2. Ἰδοὺ γὰρ ἐξ αὐτῆς τῆς ὑποθέσεως ἐλέγχονται μὴ δυνάμενοι πληροῦν τὰ ὑπ᾿ αὐτῶν ἐν φιλονεικίᾳ ὑπισχνούμενα. εἰ γὰρ δεῖ χαρίσματα δέχεσθαι καὶ δεῖ εἶναι ἐν ἐκκληςίᾳ χαρίσματα, πῶς οὐκέτι μετὰ Μοντανὸν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν ἔχουσι προφήτας; ἆρα ἤργησεν ἡ χάρις; οὐκ ἀργεῖ δὲ ἡ χάρις ἐν ἁγίᾳ ἐκκλησίᾳ· μὴ γένοιτο.

εἰ δὲ ἕως τινὸς προεφήτευσαν οἱ προφητεύσαντες καὶ * οὐκέτι προφητεύουσιν, ἄρα οὔτε Πρίσκιλλα οὔτε Μαξίμιλλα προεφήτευσαν, * μετὰ τὰς προφητείας τὰς διὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ δοκιμασθείσας.

κατὰ δύο οὖν τρόπους ἐλεγχθήσεται ἡ αὐτῶν ἄνοια· ἢ γὰρ δείξωσιν εἶναι προφήτας μετὰ Μαξίμιλλαν, ἵνα μὴ ἀργήσῃ ἡ παρ᾿ αὐτοῖς λεγομένη χάρις, ἢ οἱ περὶ Μαξίμιλλαν ψευδοπροφῆται εὑρεθήσονται, μετὰ τὸν ὅρον τῶν προφητικῶν χαρισμάτων τολμήσαντες οὐκ ἀπὸ ἁγίου πνεύματος, ἀλλ᾿ ἀπὸ πλάνης δαιμονίων ἐνθουσιασθῆναι καὶ φαντασιάσαι τοὺς ἀκούοντας αὐτῶν.