Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅθεν ἐν τῷ προσχήματι τῆς ἐγκρατείας καὶ τοῦ ἐγκρατητικοῦ ἤθους κυβευτικὴν ἔσχε τὴν ἀγωγήν, ὡς λύκος ἅρπαξ ἐνδυόμενος προβάτου κώδιον καὶ πλανῶν τῷ προσκαίρῳ προσχήματι τοὺς ἀπατωμένους.

μυστηρίοις δὲ ὡσαύτως κέχρηται κατὰ μίμησιν τῆς ἁγίας ἐκκλησίας, ὕδατι δὲ μόνῳ χρώμενος ἐν τοῖς αὐτοῖς μυστηρίοις.

206

Πεσεῖται δὲ καὶ οὗτος κατὰ πάντα τρόπον, ἀσύστατον ἔχων τὸ κήρυγμα (ἤδη δὲ καὶ οὗτος κατασβεσθεὶς οἶμαι ἔληξε καὶ τὸ αὐτοῦ διδασκαλεῖον). πόθεν γὰρ οὐκ ἐλεγχθήσεται ὁ τοιοῦτος;

πρῶτον μὲν γὰρ κατὰ τὰ ἄνω ἡμῖν προδεδηλωμένα καὶ πρὸς τὰς οὕτω φασκούσας αἱρέσεις *, ὅτι ἀδύνατον εἶναι πολλὰς ἀρχὰς γεννγτικὰς τῶν κατὰ διαδοχὴν γεννωμένων.

αἱ γὰρ οὖσαι πολλαὶ καὶ μία, <ἅτε> ἐκ τῆς μιᾶς ὑπάρχουσαι [ἐκ] τῆς οὔσης [μιᾶς τῆς] αἰτίας τῶν πασῶν, εὑρεθήσονται· καὶ οὐκέτι πολλαὶ ἀρχαὶ ἀλλ᾿ ἢ μία ἡ τούτων αἰτία γεγονυῖα, καὶ ἀναχθήσεται τὰ πάντα εἰς τὴν μίαν μοναρχίαν καὶ διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία * καὶ οὐκ ἀλήθεια, οὐδὲ τὴν πιθανολογίαν δυναμένη ἔχειν. μωρὸν γὰρ τὸ ὅλον κήρυγμα.

καὶ εἰ ὁ Ἀδὰμ οὐ σῴζεται, τὸ φύραμα, οὐδέ τι <τῶν ἀπὸ> τοῦ φυφάματος σῴζεται. εἰ γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα ἕξει σωτηρίαν;

3. Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται καθ᾿ ἑαυτοῦ λέγων. φάσκει γὰρ τὸν γάμον εἷναι οὐκ ἐκ τοῦ θεοῦ, ἀλλὰ πορνείαν εἶναι αὐτὸν καὶ μύσος· καὶ ἑαυτὸν ἀπὸ γάμου ὑπάρχοντα καὶ ἐκ γυναικὸς γεγεννημένον καὶ ἐκ σπορᾶς ἀνδρὸς ἡγεῖται σῴζεσθαι.

ἄρα οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασφημίαν. εἰ γὰρ οὗτος ἐκ γάμου ὑπάρχων σωτηρίαν ἕξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς σωτηρίας μετέχοντας, οἵῳ δἂν θέλοι τρόπῳ λέγειν.

εἰ δὲ συσταίη ὁ κατ᾿ αὐτὸν λόγος ὅτι ἀθέμιτός ἐστιν ὁ γάμος, ἄρα μᾶλλον ὁ Ἀδὰμ σωθήσεται, μὴ ἀπὸ γάμου ὁρμώμενος, ἀλλὰ ἐν χειρὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πεπλασμένος κατὰ τὸ εἰρημένον ὑπ᾿ αὐτοῦ τοῦ ἁγίου πατρὸς πρὸς τὸν υἱὸν ὅτι »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«.

πῶς δὲ οὐ σῴζεται ὁ Ἀδὰμ ὁ παρὰ σοὶ ἀπελπιζόμενος, ὁπότε αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς χριστὸς ἐλθὼν εἰς τὸν κόσμον νεκροὺς μετὰ τὴν τελευτὴν ἐγείρει ἐν αὐτῷ τῷ σώματι, ὡς τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας [*](11f vgl. Röm. 11,16 — 12 vgl. Ps. Tertullian adv. omn. haer. 7 quasi non si rami salvi fiunt, et radix salra sit — 25 Gen. 1, 26 — 29f vgl. Joh. 11, 17 ff Luc. 7, 11ff Matth. 9, 23 ff) [*](V M) [*](2 ἔληξε aus ἐλήλεγκται V corr 5 * etwa <ῥηθέντα καὶ πρὸς τοῦτον ῥητέον>* |γεννητικὰς aus γεννικὰς V corr 6 γεννομένων Μ 6—7 <ἅτε> . . . [ἐκ] . . .[μιᾶς τῆς] * 7 πασῶν Öh.] παθῶν V ἀγαθῶν M 8 ἀλλ᾿ aus ἀλλὰ V corr 10 * etwa <ψεῦδος οὖσα> * | oὔτε Μ 12 <τῶν ἀπὸ>* vgl. S. 207, 20 14 γεγενημένα V 18 ἀνδρὸς *] ἀνδρῶν VM 19 οὗτος] αὐτὸς? * 20 γάμου *] γάμων VM 24f εἰρημένον Corn.] γεγραμμένον V M.)

207
καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώυου;