Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁ δὲ ποιήσας ἔφη »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὀμοίωσιν«· ὡς εἴ τις ἀπὸ τῆς σου πεπλανημένης αἱρέσεως ἐπιστρέψειε πρὸς τὴς ἀλήθειαν, ὡς ἀπὸ σκότους ἀποδράσας καὶ ἀπὸ νυκτὸς ἀναστὰς εὓροι ἂν τὸ φῶς αὐτῷ ἀνατεῖλαν τῆς τοῦ θεοῦ γνώσεως ἠλίου δίκην καὶ ὑπὲρ κἥλιν.

φανήσεται γὰρ παντί τῳ τὸν εὔλογον λογισμὸν κεκτημένῳ ὅτι ὁ εἰπών »ποιήσωμεν ἄνθρωπον« ὁ θεός ἐτιν ὁ τῶν ὅλων παρτήρ· συγκαλεῖται δὲ μεθ᾿ ἑαυτοῦ τὸν ἀεὶ ὄντα σὺν σαὐτῷ θεὸν Λόγον υἱὸν μονογενὴ, ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνωνς γεγεννημένον, ἅμα δὲ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ οὐκ ἀλλότριον αὐτοῦ οὐδὲ τοῦ αὐτοῦ ἰδίου υἱοῦ.

εἰ γὰρ ἄλλος ἦν ὁ πλάσας τὸν ἄνθρωπον τουτέστιν καὶ τὸν κόσμον κτίσας, ἄλλς δὲ ὁ ἄνω ἀγαθὸς θεὸς παρ᾿ οὖ κατῆλθεν ὁ Χριστός, οὐκ ἄν ὁ Χριστὸς ἐλάμβανεν ἑαυτῷ σῶμα καὶ ἔπλασε , τὴν εἰκόνα τοῦ δημιουργοῦ εἰς ἑαυτὸν ἀνατυπῶν.

ἀλλὰ δὴλον ὅτι αὐτός ἐστιν ὁ δημιουργὸς τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, ᾧ εἶπεν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«·

ἀπὸ δὲ τοῦ ἑνὸς ὁ τότε τὸν ἄνθρωπον πεποιηκώς, πλάσας τε ἐκ γὴς τὸ τοῦ Ἀδὰμ σῶμα καὶ ποιήσας αὐτὸ εἰς ψυχὴν ζῶσαν.

διὸ καὶ ἐμαρτύρησεν ὁ ἅγιος Ἰωάννης ἐν τῷ ἁγίῳ εὐαγγελίῳ λέγων ὅτι »ἐν ἀρχῇ ἦν ὀ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν« καὶ τὰ ἑξῆς.

εἰ δὲ <πάντα> ἐν αὐτῷ ἐγένετο καὶ ὑπ᾿ αὐτοῦ ἐγένετο, αὐτὸς τότε τὸν Ἀδὰμ ἔπλασε καὶ αὐτὸς πάλιν τὸ σῶμα ἀπὸ Μαρίας τῆς παρθένου εἰς ἑαυτὸν ἀνεπλάσατο καὶ τελείως τὴν πᾶσαν αὐτοῦ ἐνανθρώπησιν συνήνωσε τὴν ὑπ᾿ αὐτοῦ τότε πλασθεῖσαν καὶ νῦν ἐν ἑαυτῷ συνενωθεῖσαν.

εἰ δὲ ἀλλοτρίαν ἐργαςίαν εἰς ἑαυτὸν ἔλαβε τοῦ κακῶς τὴν πλάσιν πλάσαντος καὶ κακοῦ ὑπάρχοντος κατὰ τὴν σοῦ διδασκαλίαν, καὶ εἰ ὅλως κέχρηται τοῖς κακοῖς πιήμασιν οἶς ὁ κατὰ σὲ κακὸς ποιητὴν εἰργάσατο, ἄρα ἐπεμίγη τῇ κακίᾳ τοῦ ποιητοῦ χρήσει τε καὶ εὐεργεςίᾳ καὶ τῇ ἰδίᾳ αὐτοῦ εἰκόνι. ἀλλὰ οὐκ κἐνδέχεται.