Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Πάλιν δὲ τὰ τῆς θείας γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει καὶ τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ ἀποστόλου ῥητόν, ὅτι »Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρ« καί φησιν· εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἠγόραζεν·

ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἐξαγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. ποίημα γὰρ ἦμεν ἑτέρου καὶ διὰ τοῦτο ἡμᾶς αὐτὸς ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν.

ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος ὅτι οὔτε Χριστὸς κατάρα γεγένηται μὴ γένοιτο), ἀλλὰ τὴν κατάραν τὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας καὶ γενόμε- [*](26 Gal. 3, 13 — 26ff vgl. Adainantius de recta in deum fide I 26; S. 52, 10ff van de Sande Bakhuyzen δῆλον οὖν ὅτι ἀλλοτρίους· ἰδίους γὰρ οὐδείς ποτε ἀγοράζει· ἀγοράζει γὰρ ἀλλοτρίους οὐκ ἰδίους) [*](V Μ 2 ὁριο///γνώμων, ν ausradiert Vcorr ὁριονγνώμων Μ 3 ἵνα μὴ Dind.] εἰ δὲ μὴ V M 4 ἀποστέλλοι Dind.] ἀποστέλλει V Μ 5 lies wohl <ὁ> πείσας u. τέταρτος εὑρεθήσεται * 10 † χώραις τε καὶ χώροις] etwa ἀεὶ ἐνεργῶν χώροις * 17 πῶς *] ποῦ V M 18 ὅτι nachgetragen V corr 22 ἐγκαθέξει, γ auf Rasur statt ν V corr ἐγκαθέξει M 30 ὅλως < V 32 τὰς*] τῆς V M; vgl. S. 104, 1)

104
νος θάνατος θανάτῳ διὰ τὰς ἁμαρτίας ἡμῶν] καὶ κατάρα αὐτὸς τῇ κατάρᾳ γενόμενος. διὸ οὐκ ἔστι Χριστὸς κατάρα, ἀλλὰ τῆς κατάρας λύσις, εὐλογία δὲ πᾶσι τοῖς εἰς αὐτὸν ἀληθῶς πεπιστευκόσιν.

οὕτω καὶ τὸ »ἐξηγόρασεν« *. οὐκ εἶπεν »ἠγόρασεν«· οὔτε γὰρ εἰς ἀλλότριον ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο.

καὶ εἰ ὁ κεκτημένος ἡμᾶς πέπρακεν, ἀπορήσας πέπραχεν. ἀπό τινος ἄρα δανειστοῦ ἐλαυνόμενος. ἀλλ’ οὐκ ἔχει οὕτως. οὔτε γὰρ εἶπεν »ἠγόρασεν«, ἀλλ’ »ἐξηγόρασεν«.

ὅμοιον δὲ τούτῳ ὁ αὐτὸς ἅγιος ἀπόστολός φησιν »ἐξαγοραζόμενοι τὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσι«. καὶ οὐχ ἡμέρας ἀγοράζομεν, οὐδὲ τιμὴν ἡμερῶν δίδομεν, ἀλλὰ τὸ δι’ ὑπομονὴν * καὶ τὸ μελλητικὸν τῆς μακροθυμίας σημαίνων τοῦτο ἔφη.

ὥστε τὸ ἐξηγόρασε τὴν ὑπόθεσιν ὑπέφηνεν τῆς ὑπὲρ ἡμῶν ἀναδοχῆς ἐν κόσμῳ ἐνσάρκου παρουσίας <δι᾿> ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθὴς ὢν θεός, μένων τῇ ἰδίᾳ ἀπαθείᾳ τῆς αὐτοῦ θεότητος καὶ * αὐτὸ ὅ ἀνεδέξατο ὑπὲρ . . ἡμῶν παθεῖν. οὐκ ἀγοράζων ἡμᾶς ἀπ᾿ ἀλλοτρίων, ἀλλὰ τὴν | ὑπὸ θεσιν ὑπὲρ ἡμῶν τοῦ σταυροῦ ἀναδεξάμενος, προαιρέσει καὶ οὐ μετ ἀνάγκης. ὅθεν ἐλήλεγκται κατὰ πάντα τοῦ Μαρκίωνος ὁ λόγος.

καὶ πολλά ἐστι τὰ πρὸς ἀνατροπὴν τῆς τούτου μηχανῆς καὶ τραγῳδίας ἐξ εὐσεβοῦς λογισμοῦ καὶ εὐλόγου ὁρμώμενα ἐμφάσεως ἐν τῇ πρὸς αὐτὸν ἀντιρρήσει.

9. Ἐλεύσομαι δὲ εἰς τὰ ὑπ’ αἰ·τοῦ γεγραμμένα, μᾶλλον δὲ ἐρρᾳδιουργημέναι. οὑτος γὰρ ἔχει εὐαγγέλιον μόνον τὸ κατὰ Λουκᾶν, περικεκομμένον ἀπὸ τῆς ἀρχῆς διὰ τὴν τοῦ σωτῆρος σύλληψιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν.

οὐ μόνον δὲ τὴν ἀρχὴν ἀπέτεμεν [*](9 Ephes. 5, 16 — 23 ff vgl. Irenaeus adv. haer. adv. I 27, 2; I 217 Harvey et super haec id quod est secundum Lucam exangelium circumcidens et omnia quae sunt de generatione domini conscripta auferens et de doctrina sermonum domini multa auferens Tertullian adv. Marc. IV Ps. Tertullian adv. omn. haer. 6 (von Cerdon) solum ezangelium Lucae nec tamen totum recipit Filastrius haer. 45, 5; S. 24, 7 f Marx cata Lucam autem euangelium solum accipit, non alia exangelia — Lukas stand jedoch nichtim Titel, vgl. unten c. 10,2; S. 106,11 Tertullian adv. Marc. IV 2 Adamantius de recta in deum fide 15; S. 8,32 ff van de Sande Bakhuyzen 1 8; S. 16,3) [*](V Μ 1 [διὰ τὰς ἁμαρτίας ἡμῶν] *, vgl. S. 103, 32 4 * etwa <νοητέον> * 6 εἰ < V 7 ἀπορήσας πέπρακεν < M 11 * lies wohl δι᾿ ὑπομονῆς <καρτερικὸν> * 12 τῆς*] τε TM | τὸ] lies τῷ?* 13 ὑπέφηνεν *] ἀπέφηνεν V M | ἀναδοχῆς, ἀνα auf Rasur V corr | ἀναδοχῆς + <τῆς> * 14 <δι᾿> * 15 etwa <ἐλλογῶν εἰς ἑαυτὸν> * 22 f ἐρραδιουργημένα aus ῥεραδιουργημένα V corr 25 ἀπὲτεμεν, ἀ auf Rasur V corr)

105
ὁ λυμηνάμενος ἐαυτὸν <μᾶλλον> ἤπερ τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τέλους καὶ τῶν μέσων πολλὰ περιέκοψε τῶν τῆς ἀληθείας λόγων ἄλλα δὲ παρὰ τὰ γεγραμμένα προστέθεικεν, μόνῳ δὲ κέχρηται τούτω τῷ χαρακτῆρι, τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ.