Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Ἔλαβε Τε τὴν πρόφασιν παρὰ τοῦ προειρημένου Κέρδωνος, γόητος καὶ ἀπατηλοῦ. καὶ αὐτὸς μὲν γὰρ δύο κηρύττει ἀρχάς, προσ- [*](19 vgl. conc. Nic. can. 5 κρατείτω ἡ γνώμη κατὰ τὸν κανόνα τὸν διαγορεύοντα τοὺς ὑφ᾿ ἑτέρων ἀποβληθέντας ὑφ’ ἑτέρων μὴ προσίεσθαι) [*](V M 1 ῥάκκους, erstes κ durchgestrichen V corr 11 χώρημα hinter κήρυγμα durchgestrichen V corr 12 περισσότερον + <δὲ>?* 13 αὐτῷ am Rande V corr 18 <δὲ> * | <διὰ> * 22 συλλετουργῷ aus συνλειτουργῷ 25 ὅτι < Μ 26 ὡς] ὃς? * 29 nach γὰρ noch einmal καὶ αὐτὸς, durchgestrichen V corr)

97
θεὶς δὲ πάλιν ἐκείνῳ, φημὶ τῷ Κέρδωνι, ἕτερόν τι παρ’ ἐκεῖνον δείκνυσι, λέγων τρεῖς εἶναι ἀρχάς, μίαν μὲν τὴν ἄνω ἀκατονόμαστον καὶ ἀόρατον, ἣν καὶ ἀγαθὸν θεὸν βούλεται λέγειν, μηδὲν δὲ τῶν ἐν τῷ κόσμῳ κτίσασαν·

ἄλλον δὲ εἶναι ὁρατὸν θεὸν καὶ κτιστὴν καὶ δημιουργόν· διάβολον δὲ τρίτον ὡς εἰπεῖν καὶ μέσον τῶν δύο τούτων, τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου. τὸν δὲ κτιστὴν καὶ δημιουργὸν καὶ ὁρατὸν θεὸν εἶναι τῶν Ἰουδαίων, εἶναι δὲ αὐτὸν κριτήν.

παρ᾿ αὐτῷ δὲ τῷ Μαρκίωνι καὶ παρθενία κηρύσσεται, νηστείαν δὲ [*](2ff zu den τρεῖς ἀρχαὶ vgl. haer. 65,8,6 u. Rhodon bei Eusebius V 13,4; S. 456, 5ff Schwartz ἄλλοι δὲ πάλιν ἀπ᾿ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐξοκείλαντες οὐ μόνον δύο, ἀλλὰ καὶ τρεῖς ὑποτίθενται φύσεις’ ὡν ἐστιν ἀρχηγὸς καὶ προστάτης Συνέρως, καθὼς οἱ τὸ διδασκαλεῖον αὐτοῦ προβαλλόμενοι λέγουσιν Hippolyt refut. VIII 31, 1f; S.216,16f Wendland ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις νῦν καινότερόν τι ἐπεχείρησε Μαρκιωνιστής τις Πρέπων Ἀσσύριος . . . τρίτην φάσκων δίκαιον εἶναι ἀρχὴν καὶ μέσην ἀγαθοῦ καὶ κακοῦ τεταγμένην X 19, 1; S. 279, 21ff Μαρκίων δὲ ὁ Ποντικὸς καὶ Κέρδων . . . ὁρίζουσιν εἶναι τρεῖς τὰς τοῦ παντὸς ἀρχάς, ἀγαθὸν δίκαιον ὕλην· τινὲς δὲ τούτων μαθηταὶ προστιθέασι λέγοντες ἀγαθὸν δίκαιον πονηρὸν ὕλνη Dionysius Rom. Athanasius de decr. Nie. syn. 26; Migne 25, 464A Adamantius de recta in deum fide 1, 2; S. 4, 16 van de Sande Bakhuyzen τρεῖς ἀρχάς. θεὸν τὸν πατέρα τοῦ Χριστοῦ ἀγαθὸν καὶ ἄλλον τὸν δημιουργὸν καὶ ἕτερον τὸν u. 7; Migne 33, 921 A u. 928 A Ephrem Syrus II 444 Assemani Eznik, Wider die Sekten IV 16; S. 204, 1000 Schmid (aus Epiphanius) er stellt drei Prinzipien auf u. lehrt das des Guten u. des Oerechten u. das vom Bösen, dazu I 28; S. 87, 2012 drei Wurzeln . . . , die des Guten u. des Gerechten u. des Bösen IV 1; S. 172, 1ff eine »Fremdheit« gegenüber dem Gott der Gesetze, neben ihm auch die Materie . . . ; der Fremde . . . der Gott der Gesetze . . . die Materie — 8f vgl. Tertullian adv. Marc. I 29 non tingitur apial illum, caro, nisi virgo nisi vidua nisi caelebs nisi divortio baptisma mercata u. ebenda I 14 ut apocarteresi probes te Marcionitam Hippolyt refut. VII 30, 3 S. 216, 5 Wendland κωλύεις γαμεῖν, τεκνοῦν, ἀπέχεσθαι βρωμάτων X 19, 4; S. 280, 14f γάμον δὲ φθορὰν εἶναι λέγων κυνικωτέρῳ βίῳ προσάγει τοὺς μαθητάς, ἐν τούτοις νομίζων λυπεῖν τὸν δημιουργόν, εἰ τῶν ὑπ᾿ αὐτοῦ γεγονότων ἢ ὡρισμένων ἀπέχοιτο Clemens AI. strom. III 12, 1f; II 200, 30f Stählin οἱ μὲν ἀπὸ Μαρκίωνος μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν γάμου βούλονται u. ebenda III 25, 2; II 207, 8 ff γίνεται δὲ αὐτῷ τῆς ἐγκρατείας αἴτιος . . . αὐτὸς ὁ δημιουργός, πρὸς ὃν ὁ θεομάχος οὗτος γίγας ἀνθεστάναι οἰόμενος ἄκων ἐστὶν ἐγκρατής, κατατρέχων καὶ τῆς κτίσεως καἰ τοῦ πλάσματος) [*](V M 2 ἀκατο///νόμαστον, ο aus ω V corr 4 ὁρατὸν aus ἀόρατον V corr ἀόρατον Μ)

98
κατὰ τὸ σάββατον κηρύττει. μυστήρια δὲ δῆθεν παρ᾿ αὐτῷ ἐπιτελεῖται τῶν κατηχουμένων ὁρώντων· ὕδατι δὲ οὗτος ἐν τοῖς μυστηρίοις χρῆται.

τὸ δὲ σάββατον νηστεύειν διὰ τοιαύτην αἰτίαν φάσκει· ἐπειδή, φησί, τοῦ θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἡ ἀνάπαυσις τοῦ πεποιηκότος τὸν κόσμον καὶ ἐν τῇ ἑβδομῃ ἡμέρᾳ ἀναπαυσαμένου, ἡμεῖς νηστεύσωμεν ταύτην, ἵνα μὴ τὸ καθῆκον τοῦ θεοῦ τῶν Ἰουδαίων ἐργαζώμεθα.

τὴν τῆς σαρκὸς δὲ ἀθετεῖ ἀνάστασιν, καθάπερ πολλαὶ τῶν αἱρέσεων· ψυχῆς δὲ ἀνάστασιν εἶναι λέγει καὶ ζωὴν καὶ σωτηρίαν μόνης.

οὐ μόνον δὲ παρ᾿ αὐτῷ ἓν λουτρὸν διδοται, ἀλλὰ καὶ ἕως τριῶν λουτρῶν καὶ ἐπέκεινα ἔξεστι διδόναι παρ᾿ αὐτοῖς τῷ βουλομένῳ, ὡς παρὰ πολλῶν ἀκήκοα.

συμβέβηκε δὲ τοῦτο γενέσθαι αὐτῷ τὸ ἐφίεοθαι τρία ἢ καὶ πλείω λουτρὰ διδόσθαι, δι᾿ ἣν ὑπεῖχεν χλεύην παρὰ τῶν αὐτὸν ἐγνωκότων μαθητῶν αὐτοῦ ἐκ παραπτώματός μάτος τε καὶ φθορᾶς τῆς εἰς τὴν παρθένον γεγενημένης.

ἐπειδὴ φθείρας ἐν τῇ ἑαυτοῦ πόλει τὴν παρθένον καὶ ἀποδράσας μὲν ἐν παραπτώματι μεγάλῳ εὑρέθη, ἐπενόησεν ὁ ἀγύρτης ἑαυτῷ δεύτερον λουτρόν, φήσας ὅτι ἔξεστιν ἕως τριῶν λουτρῶν τουτέστιν τριῶν βαπτισμῶν εἰς ἄφεσιν τῶν ἁμαρτιῶν δίδοσθαι, ἵν᾿ εἴ τις παρέπεσεν εἰς τὸ πρῶτον, λάβῃ δεύτερον μετανοήσας καὶ τρίτον ὡσαύτως, ἐὰν ἐν παραπτώματι μετὰ τὸ δεύτερον γένηται.