Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πανταχόθεν δὲ τὴν αὐτὴν σύνταξιν * ἐρρᾳδιουργημένην καὶ ἔν τισι λέξεσιν ἐπιποιήτως προσθήκην ἔχουσαν, οὐκ εἰς ὠφέλειαν, ἀλλὰ εἰς ἥσσονας καὶ ἐπιβλαβεῖς ξενολεξίας κατὰ τῆς ὑγιοῦς πίστεως ἐκ τοῦ αὐτοῦ ἐμβεβροντημένου νοῦ † βοσκήματος.

Τοῦτα δὲ ἡμῖν πεπόνηται καὶ πεπολυπραγμόνηται ἐκ τῆς παρ᾿ αὐτῷ προλελεγμένης γραφῆς, ἀποστόλου τε καὶ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, <ὅπως> εἰδέναι ἔχοιεν πάντες οἱ πειρώμενοι ἀντιλέγειν τῇ αὐτοῦ πλάνῃ, ὅτι τὰ μὲν παρηλλαγμένα ῥήματα κατὰ ῥᾳδιουργίαν ἐντέτακται,

ὅσα δὲ οὐκ ἐμφέρεται ἐν τοῖς οἰκείοις τόποις συληθέντα ὑπάρχει ὑπὸ τῆς αὐτοῦ τόλμης· ταῦτα γὰρ ἐδόκει ὁ κτηνώδης μόνα ἐναντία εἶναι [ἀντιλέγειν] τῇ αὐτοῦ ἐπιπλάστῳ διανοίᾳ.