Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Καὶ μάτην παρ᾿ αὐτοῖς τε καὶ τοῖς ὁμοίοις κατὰ τὴν τύφλωσιν τῆς διανοίας αὐτῶν τὰ καλῶς εἰρημένα συκοφαντεῖται.

οὔτε γὰρ περὶ διαβόλου τῷ σωτῆρι ἐν τῷ πρὸς Ἰουδαίους λόγῳ εἴρηται, ὡς παντί τῳ σαφὲς εὑρίσκεται τῷ τῇ ἀληθείᾳ ἀκολουθοῦντι, ἀλλὰ διὰ τὸν Ἰούδαν αὐτοῖς ἔλεγε τὸ ῥῆμα.

οὐκ ἦσαν γὰρ τέκνα τοῦ Ἀβραάμ, τοῦ αὐτὸν ὑποδεξαμένου ὑπὸ τὴν δρῦν τῆς Μαμβρῆ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἀλλὰ υἱοὺς ἑαυτοὺς κατεδίκασαν γενέσθαι τῆς τοῦ Ἰούδα προδοσίας, τοῦ ὑπὸ τοῦ κυρίου σατανᾶ καὶ διαβόλου [*](1 Joh. 8, 44 — 5 vgl. haer. 26, 10, 11 ff; I 288, 18ff, — 14f Exod. 3, 14 — 22 Tgl. haer. 38, 4, 9; II 67, 23ff) [*](V M 1 * ὅτι ψεύστης ἦν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν> *, vgl, Ζ. 3 τὸν n. S. 67, 1 5 [τοῦ] * | τινὸς Pet.] τινὲς VM | τὸ *] τὸν VM 7 τοῦ τε 1] τοῦτο M | Ἐλωείμ *, Tgl. Ζ. 12] Ἐλωί V M 9 Ἰαυέ M | nach ὀνομασίαι noch einmal ὡς, durchgestrichen Vcorr 13 Ἰαυὲ M 14 ὁ1 *] καὶ V M 16 vor οὖν + ὁ M | πάντῃ Pet.] παντὶ VM 17 <κύριος> * 17f ἡ γὰρ > 21 μάτην Pet.] μετὰ τὴν VM 24 τω aus τὸ V corr τὸ M 26 τῆς1 *, Tgl. 1 216, 23] τὴν VM | Μαμβρὶ M 28 προδο///σίας, ο aus ω V corr)

87
ὠνομασμένου, ὡς λέγει »οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν ἐστιν διάβολος;«

καὶ τούτου ἕνεκα τὰ τῆς αὐτοῦ κακοτροπίας ὁ κύριος ἑρμηνεύων ἔλεγεν ὅτι »ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὡς καὶ ἀλλαχοῦ τὸ εὐαγγέλιον λέγει ὅτι »κλέπτης ἠν καὶ τὸ γλωσσόκομον αὐτὸς ἐβάσταζεν«.

οὗτος οὖν ὁ διάβολος κληθεὶς Ἰούδας πατέρα ἔσχε τὸν Κάϊν, διὰ ψεύδους ἀπατήσαντα τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ καὶ ἀποκτείναντα, ὡς καὶ ἐρωτώμενος ὑπὸ τοῦ κυρίου »ποῦ Ἄβελ ὁ ἀδελφός σου;« ψευδόμενος ἔλεγεν »οὐκ οἶδα«.

εἰκότως οὖν καὶ οὗτος τὸν φύσει διόβολον μιμησάμενος τοῖς τρόποις υἱὸς αὐτοῦ κατ’ ἀξίαν ἀνηγόρευται ὑπὸ τοῦ σωτῆρος. »ᾠ γὰρ ἥττηταί τις, τούτῳ καὶ δεδούλωται,« καὶ ἡμῶν δὲ ἕκαστος ὁτιοῦν ἂν ἐπιτελέσῃ, τοὺς τοῦτο προτετελεκότας πατέρας ἕξει μιμησάμενος.

σαφῶς τοίνυν ἐφράσθη ἡ παρὰ τοῦ κυρίου λεχθεῖσα ῥῆσις ὅτι »ὑμεῖς τέκνα ἐστὲ τοῦ διαβόλου« καὶ πάλιν »ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἐστίν«, ἵνα εἴπῃ Ἰούδαν καὶ Κάϊν·

εἶτα καὶ γὰρ ὁ πατὴρ αὐτοῦ ψεύστης ἠν«, ἵνα εἰπῃ αὐτὸν τὸν διάβολον, διὰ τὰ ὁμοίως πεπραγματευμένα ἑκάστῳ τούτων. ἐμπνεύσας γὰρ ἐν στόματι τοῦ ὄφεως ψευδῆ πάντα λελάληκεν ὁ διάβολος καὶ οὕτως τότε ἐξηπάτησε τὴν Εὔαν.

καὶ ἀνῄρηται παρὰ τούτοις ἡ πεπλανημένη μυθοποιία, κἂν λέγῃ ἡ γραφή »ὡς ὁ Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ, ὅτι ἐκ τοῦ διαβόλου ἦν«. ἐδείχθη γὰρ παντάπασιν, > οὐχὶ διὰ τὸ τὴν Εὔαν, ἐκ τοῦ σπέρματος τοῦ διαβόλου συλλαβοῦσαν ὡς κατὰ συζυγίαν γάμου καὶ συνάφειαν σωμάτων, γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, ὡς τούτοις εδοξεν, ἀλλὰ διὰ τὸ ὁμότροπον καὶ μίμημα τῆς τοῦ διαβόλου κακοτροπίας υἱὸς αὐτοῦ ἤκουσε.