Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Θαυμάσειε δ᾿ ἄν τις εὑρὼν καὶ παρὰ τοῖς φυσιολόγοις τινὰ ὠφελείας ἔμπλεα, ἀπεικασθεὶς τῇ τῆς μελίττης συνέσει, τῆς ἐφ᾿ ἅπαντα. μὲν τὰ βλαστήματα ἐφιζανούσης, τὰ χρήσιμα δὲ ἑαυτῇ ἐπισυναγούσης ὁ γὰρ συνετὸς ἄνθρωπος οὐδαμόθεν ζημιοῦται,

ἀλλ᾿ ἢ πανταχόθεν κερδαίνει, ἀσύνετος δὲ ζημιωθήσεται, ὡς καὶ ὁ ἅγιος προφήτης λέγει »τίς συνετὸς καὶ συνήσει ταῦτα; καὶ ᾧ λόγος κυρίου ἐστί, καὶ γνώσεται αὐτά, ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς;«

εὕρομεν γὰρ καὶ παρὰ τοῖς καλουμένοις φυσιολόγοις, μᾶλλον δὲ ἡμεῖς αὐτοὶ ὁρῶμεν, ὡς τὸ τῶν κανθάρων γένος τὸ παρά τισι βυλάρων καλούμενον, συνήθειαν ἔχει ἐν τῇ δυσωδίᾳ καὶ κόπρῳ ἀνακυλίεσθαι· καὶ αὕτη αὐτοῖς τροφή τε καὶ ἐργασία, ἄλλοις δὲ τὴν αὐτὴν τούτων βορβορώδη τροφὴν εἰς μὲν ἐπάχθειαν καὶ δυσοδμίαν *.

καὶ μελίσσαις μὲν αὕτη ἡ κόπρος καὶ δυσωδία θάνατος, βυλάροις δέ ἐστιν ἐργασία κοὶ τροφὴ καὶ πραγματεία. τοῖς δὲ μελίσσαις τοὐναντίον ἡ εὐοδμία καὶ τὰ ἄνθη καὶ τὰ μύρα εἰς ἀναψυχήν, κτῆσιν [*](1 vgl. haer. 25, 2, 2f; I 269, 4ff u. haer. 26, 10, 3; I 287, 7f — 3 vgl. haer. 26, 10, 8; I 288, 8 — 11 vgl. Pred. 10, 1 — 22 Hos. 14, 10) [*](V M) [*](1 αὐτὸν *] ταὐτὸν VM; τοῦτον Pet. 3 κατισχύοντας, ς angeflickt V corr κατισχύοντα aus ἐνισχύοντα M 8 διδόναι aus δεδωκέναι V corr 11 θανατ///οῦσαι, ι getilgt M | σαπριοῦσαι] lies wohl σαπριοῦσι* 13 θενατ///οῦσαι, ι getilgt V corr 28 δυσοσμίαν Μ | * etwa <γίνεσθαι δῆλον> * 30 καὶ2 < V 31 κτῆσιν *] κτίσιν VM)

84
τε καὶ ἐδωδήν, εἰς ἐργασίαν τε καὶ πραγματείαν, τοῖς δὲ κανθάροις τοῖς προειρημένοις εἴτ᾿ οὐν βυλάροις ἐναντία τὰ τοιαῦτα.

ὁ γὰρ βουλόμενος τούτους δοκιμάσαι, ὥς φασιν οἱ φυσιολόγοι. ἀπὸ μύρου (φημὶ δὲ ὀποβαλσάμου ἢ νάρδου) λαβὼν καὶ προσενέγκας τοῖς κανθάροις θάνατον αὐτοῖς ἐμποιεῖ· εὐθὺς γὰρ τελευτῶσι, μὴ φέροντες τὴν εὐωδίαν.

οὕτω καὶ οὑτοι τῆς μὲν λαγνείας καὶ πορνείας καὶ κακίας ὀρεγόμενοι εἰς τὰ πονηρὰ ἔχουσι τὴν ἑαυτῶν ἐλπίδα, πλησιάσαντες δὲ τῷ ἁγίῳ λουτρῷ καὶ τῇ εὐοδμίᾳ ἀποθνῄσκουσιν, εἰς τὸν θεὸν βλασφημοῦντες καὶ τὴν αὐτοῦ κυριότητα ἀθετοῦντες.