Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

φασὶ δὲ εἶναι καθ’ ἕκαστον οὐρανόν, ὡς προεῖπον, ἀρχὴν καὶ ἐξου- σίαν καὶ ἀγγελικάς τινας ὑπηρεσίας, ἑκάστου ἄρχοντος ἑαυτῷ γεγεννηκότος καὶ πεποιηκότος ὑπηρεσίαν· μὴ εἶναι δὲ σαρκὸς ἀνάστασιν, ἀλλὰ μόνον ψυχῆς.

ἀναθεματίζουσίν τε τὸ λουτρόν, κἄν τε εἶέν τινες έν αὐτοῖς προειλημμένοι καὶ βεβαπτισμένοι. τήν τε τῶν μυστηρίων μετοχὴν καὶ ἀγαθότητα ἀθετοῦσιν ὡς ἀλλοτρίαν οὖσαν καὶ εἰς [*](13 Ἀλλογενεῖς vgl. haer. 39, 5, 1 u. unten c. 7, 1 u. 4 — 14 Ἀναβατικὸν Ἠσαΐα vgl. haer. 67, 3, 4 — 15ff vgl. Bousset, Hauptprobleme S. 15ff) [*](V Μ 2 πλησίων M 8 ὁμοίως *] ὅμως V M 10 μικρὰν *] μικρὸν V M | δὲ] δὴ V | μεγάλην *] μέγα VM 11 * etwa ἅπερ <ὅπερ εἰώθασι> * 16 * etwa <περὶ τῆς αὐτῶν αἱρέσεως ἐδεῖν> * | ᾠ oben über V corr nachgetragen Vcorr 20 αἱρέσεις + <δογματίζουσιν> * | αὐτῶν Com.] αἱ VM 22 τε *] δὲ VM 28 προηλειμμένοι aus προειλημμένοι V corr προειλειμμένοι M; προειλημμένοι καὶ βεβαπτισμένοι = vorher getauft)

83
ὄνομα Σαβαὼθ γεγενημένην· αὐτὸν γὰρ θέλουσιν εἰναι κατά τινας τῶν ἄλλων αἱρέσεων ἐν τῷ ἑβδόμῳ οὐρανῷ τυραννοῦντα καὶ κατὰ τῶν ἄλλων κατισχύοντα.

βρῶμα δὲ λέγουσιν εἶναι ἀρχῶν καὶ ἐξουσιῶν τὴν ψυχήν, ἄνευ δὲ αὐτῆς μὴ δύνασθαι αὐτοὺς ζῆν, διὰ τὸ ἀπὸ τῆς ἄνωθεν ἰκμάδος αὐτὴν εἶναι καὶ δύναμιν αὐτοῖς παρέχειν.

ἐν γνώσει δὲ ταύτην γενομένην καὶ φυγοῦσαν τὸ βάπτισμα τῆς ἐκκλησίας καὶ τὸ ὄνομα τοῦ Σαβαὼθ τοῦ τὸν νόμον δεδωκότος ἀνιέναι καθ᾿ ἕκαστον οὐρανὸν καὶ ἀπολογίαν διδόναι ἑκάστῃ ἐξουσίᾳ καὶ οὕτως ὑπερβαίνειν πρὸς τὴν ἀνωτέραν Μητέρα καὶ Πατέρα τῶν ὅλων, ὅθεν δὴ κατῆλθεν εἰς τόνδε τὸν κόσμον.

ἤδη δὲ εἶπον ὡς ἀναθεματίζουσι τὸ βάπτισμα, ὡς »μυῖαι θανατοῦσαι σαπριοῦσαι σκευασίαν ἐλαίου ἡδύσματος«, ὡς ἐπὶ τούτων καὶ τῶν ὁμοίων αὐτοῖς ἡ παραβολὴ τῷ Ἐκκλησιαστῇ εἴρηται. μυῖαι γάρ εἰσιν ὡς ἀληθῶς θανατοῦσαι καὶ θάνατον ἐμποιοῦσαι καὶ σαπρίζουσαι τὸ μυρεψικὸν ἔλαιον τοῦ ἡδύσματος, τὰ ἅγια τοῦ θεοῦ μυστήρια τὰ ἐν τῷ λουτρῶ ἡμῖν εἰς ἄφεσιν ἁμαρτιῶν κεχαρισμένα.

3. Θαυμάσειε δ᾿ ἄν τις εὑρὼν καὶ παρὰ τοῖς φυσιολόγοις τινὰ ὠφελείας ἔμπλεα, ἀπεικασθεὶς τῇ τῆς μελίττης συνέσει, τῆς ἐφ᾿ ἅπαντα. μὲν τὰ βλαστήματα ἐφιζανούσης, τὰ χρήσιμα δὲ ἑαυτῇ ἐπισυναγούσης ὁ γὰρ συνετὸς ἄνθρωπος οὐδαμόθεν ζημιοῦται,

ἀλλ᾿ ἢ πανταχόθεν κερδαίνει, ἀσύνετος δὲ ζημιωθήσεται, ὡς καὶ ὁ ἅγιος προφήτης λέγει »τίς συνετὸς καὶ συνήσει ταῦτα; καὶ ᾧ λόγος κυρίου ἐστί, καὶ γνώσεται αὐτά, ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς;«

εὕρομεν γὰρ καὶ παρὰ τοῖς καλουμένοις φυσιολόγοις, μᾶλλον δὲ ἡμεῖς αὐτοὶ ὁρῶμεν, ὡς τὸ τῶν κανθάρων γένος τὸ παρά τισι βυλάρων καλούμενον, συνήθειαν ἔχει ἐν τῇ δυσωδίᾳ καὶ κόπρῳ ἀνακυλίεσθαι· καὶ αὕτη αὐτοῖς τροφή τε καὶ ἐργασία, ἄλλοις δὲ τὴν αὐτὴν τούτων βορβορώδη τροφὴν εἰς μὲν ἐπάχθειαν καὶ δυσοδμίαν *.