Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀνέμενεν γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς λέγει »περὶ σοῦ γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσί σε«.

ἤκουεν γὰρ ἀεὶ τῶν προφητῶν καταγγελλόντων τὴν τοῦ Χριστοῦ παρουσίαν, λύτρωσιν <τε> ἐσομένην ἁμαρτησάντων καὶ διὰ Χριστοῦ μετανοούντων, ἐνόμιζέν τε τεύξασθαί τινος ἐλέους.

ὅτε δὲ εἶδεν ὁ τάλας τὸν Χριστὸν μὴ δεξάμενον αὐτοῦ τὴν περὶ σωτηρίας ἐπιστροφήν, ἀνοίξας τὸ στόμα κατὰ τοῦ ἰδίου δεσπότου τὴν βλασφημίαν ἐξήμεσε, τοῖς ἀνθρώποις ὑπόνοιαν ἐμβαλὼν ἀρνεῖσθαι μὲν τὸν ὄντα, τὸν δὲ μὴ ὄντα ζητεῖν.

οὕτως τοίνυν καὶ οὑτοι ἐλεγχθήσονται κατὰ πάντα τρόπον ἠπατημένοι. ὁ γὰρ Σὴθ τέθνηκε καὶ τὰ ἔτη αὐτοῦ ἀναγέγραπται. βιώσας γὰρ ἔτη ἐννακόσια δεκαδύο τὸ χρεὼν ἀπέδωκε, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὥς φησιν ἡ θεία γραφή.

κατὰ διαδοχὴν δὲ δὲ τούτου παῖς, Ἐνὼς δὲ ἠν τούτῳ ὄνομα, καὶ αὐτὸς βιώσας ἔτη ἐννακόσια πέντε ὑπήλλαξε τὸν καθ᾿ ἡμᾶς βίον, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὡς ἔχει ἡ αὐτὴ βίβλος τῆς ἀληθείας.

10. Πόθεν τοίνυν ὁ Σὴθ ὁ τότε τελευτήσας, οὗ καὶ υἱοὶ κατὰ διαδοχὴν βιώσαντες τοῦ βίου ἐπαύσαντο, εὑρεθήσεται κύριος ὁ ἀπὸ Μαρίας γεννηθεὶς τῆς ἀειπαρθένου εὐδοκήσας ἐπὶ ζωῇ τῶν ἀνθρώπων, ὁ γεννηθεὶς ἀχρόνως, ὁ ὢν πρὸς τὸν πατέρα ἀεί, ἐνυπόστατος θεὸς λόγος,