Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

»ἔγνω γάρ« φησίν »Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοὺ καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν«, καὶ ἐπέθετο αὐτῷ ὄνομα Κάϊν, ὅπερ ἑρμηνεύεται κτῆσις, λέγων »ἐκτησάμην υἱὸν διὰ κυρίου θεοῦ«.

καὶ πάλιν <κατὰ> τὸν Ἄβελ »ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἄβελ«.

καὶ μετὰ πολλὰ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄβελ »καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ«, ὅπερ ἑρμηνεύεται ἀνταλλαγή· »ἀνέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν«.

τὸ δέ »ἐκτησάμην διὰ θεοῦ« καί »ἀνέστησέν μοι ὁ θεός‘ ἴνα θεὸν δείκνυσι τὸν πάντων ποιητὴν καὶ δότην τῶν γεγεννημένων.

ὅτι δὲ οὗτοι ἴσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σήθ, δῆλον· ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας.

6. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες.