Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁ δὲ Ἰαλδαβαώθ, φασίν, οὐκ ἤθελεν μνησθῆναι τὴν ἄνω Μητέρα οὔτε τὸν Πατέρα τοῖς ἀνθρώποις. ἔπεισε δὲ ὁ ὄφις καὶ γνῶσιν ἤνεγκεν, ἐδίδαξέν τε τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα τῶν ἄνω μυστηρίων τὸ πᾶν τῆς γνώσεως.

διὸ ὁ πατὴρ ὀργισθείς, τουτέστιν ὁ Ἰαλδαβαώθ, δέ ἣν ὑπέδειξεν τοῖς ἀνθρώποις γνῶσιν, κατέβαλεν αὐτὸν ἀπ᾿ αὐρανοῦ.

καὶ ἔνθεν βασιλέα τὸν ὄφιν ἀπ᾿ οὐρανοῦ λέγουσιν οἱ τὴν μερίδα τοῦ ὄφεως καὶ οὐδὲν ἕτερον κεκτημένοι. δοξάζουσιν οὐν αὐτὸν διὰ τὴν τοιαύτην, φασί, γνῶσιν καὶ ἄρτον αὐτῷ προσφέρουσιν.

ἔχουσι γὰρ φύσει ὄφιν τρέφοντες ἐν κίστῃ τινί, ὃν πρὸς τὴν ὥραν τῶν αὐτῶν μυστηρίων τοῦ φωλεοῦ προφέροντες καὶ στιβάζοντες ἐπὶ τραπέζης ἄρτους προσκαλοῦνται τὸν αὐτὸν ὄφιν· ἀνοιχθέντος δὲ τοῦ φωλεοῦ πρόεισι. καὶ οὕτως ἀνελθὼν κατὰ τὴν αὐτοῦ φρόνησιν ὁ ὄφις καὶ πανουργίαν, ἤδη γινώσκων τὴν αὐτῶν μωρίαν ἄνεισιν ἐπὶ τὴν τράπεζαν καὶ ἐνειλεῖται τοῖς ἄρτοις. καὶ ταύτην φασὶν εἶναι τελείαν θυσίαν.

ὅθεν καί, ὡς ἀπό τινος ἀκήκοα, οὐ μόνον κλῶσι τοὺς ἄρτους έν οἷς ὁ αὐτὸς ὄφις εἰλήθη καὶ ἐπιδιδόασι τοῖς λαμβάνουσιν, ἀλλὰ καὶ ἕκαστος ἀσπάζεται τὸν ὄφιν ἐκ στόματος, ἤτοι γοητείᾳ τινὶ ἐπᾳσθέντος τοῦ ὄφεως εἰς ἡμερότητα ἢ ἐξ ἑτέρας [*](2—9 vgl. Filastrius haer. 1; S. 2, 10ff Marx istl serpenteiu id ed coluhrem vencrantur dicentes quod hie prior initium nobis scientiae boni et mali adtulerit. Wide ei deum invidisse adsertmt, quia seientiam inquit primus detulit mulieri bonae rei atque malae perque illant Ita ad gcniis omne hominum permanaverit; propter quod et de caelo pritiio deiectus est, inquit, in alterum Irenaeus adv. haer. I 30, S; I 235 Harvey sed et serpentem adversus Patrem operantem deieetum ab eo in deorsum mundum — 9f vgl. Hippolyt refut. V 16, 14; S. 113, 18 ff Wendland εἴ τινος, φησίν, οἱ ὀφθαλμοὶ μακάριοι, οὗτος ὄψεται ἀναβλέψας εἰς τὸν οὐρανὸν τοῦ ὄφεως τὴν καλὴν εἰκόνα ἐν τῇ μεγάλῃ ἀρχῇ τοῦ αὐρανοῦ στρεφομένην καὶ γινομένην ἀρχὴν πάσης κινήσεως πᾶσι τοῖς γινομένοις <καὶ> γνώσεται χωρὶς αὐτοῦ <οὐδὲν> οὔτε τῶν οὐρανίων οὔτε τῶν ἐπιγείων οὔτε τῶν συνέστηκεν — 12ff vgl. E. üster, Die Schlange in der griechischen Kunst u. Religion S. 146 ff — 18 zu τελεία θυσία vgl. die τελεία ἀγάπη bei den Simonianern Hippolyt refut. VI 19, 5; S. 146, 13 Wendland) [*](V Μ 3 ὄφις *] θεὸς VM 4 μνησθῆναι] lies wohl γνωσθῆναι * 11 φησίν Μ 21 εἴτε nach ἤτοι ausradiert Vcorr)

58
ἐνεργείας διαβόλου πρὸς ἀπάτην τούτων ὑποκοριζομένου τοῦ ζῴου.

προσκυνοῦσι δὲ τὸν τοιοῦτον καὶ εὐχαριστίαν ταύτην ἐπιφημίζουσι τὴν δί αὐτοῦ ἐνειληθέντος γεγενημένην καὶ αὐθις δί αὐτοῦ, ὥς φασι, τῷ ἄνω Πατρὶ ὕμνον ἀναπέμποντες οὕτως τὰ μυστήρια αὐτῶν ἐπιτελοῦσι.