Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Τοιαύτη μὲν ἦν ἡ ἐπιβουλὴ τοῦ ὄφεως πρὸς τὴν Εὔαν. ἐξ ἀρχῆς γὰρ λίχνος ἡ ἀνθρωπεία φύοις καὶ ὑπαγομένη ἀεὶ τοῖς τῆς κενοφωνίας δόγμασι καὶ κεναῖς ὑποσχέσεσι.

καὶ πάλαι μὲν κρυπταζόμενος ὁ αὐτὸς οὐκ ἐδήλου τῆς αὐτοῦ ἰοβολίας τὸ πέρας, ὕστερον δὲ μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἐξήμεσέν τε καὶ ἀπέπτυσε τὴν πᾶσαν αὐτοῦ ἰώδη καὶ μοχθηρὰν ἐπίνοιαν τῆς κακονοίας· οὑτος γὰρ προεβάλετο ἑαυτὸν ἐν τῇ τῶν ἠπατημένων διανοίᾳ δοξάζεσθαι ὡς θεὸς καὶ προσκυνεῖσθαι.

γινώσκεται δὲ ὁ αὐτὸς ὄφις διά τε τῆς αὐτοῦ σχολῆς ταύτης καὶ δί ὄφεως τοῦ αἰσθητοῦ τὴν ἀπάτην ἐμποιῶν. ὄφιν δὲ δῆθεν ἡ θεία γραφὴ καλεῖ τὸν διάβολον, οὐ πάντως ὄντα τοιοῦτον τῇ μορφῇ, ἀλλὰ διὰ τὸ φαίνεσθαι τοῖς ἀνθρώποις σκολιώτατον καὶ τὸ ἐν πρώτοις ἐν ὄφει ἐνεργηθὲν τῆς ἀπάτης σκευώρημα.

παρὰ τοῖς τοίνυν τὴν ἀλήθειαν ἐπιγινώσκουσι κατα- γέλαστον τοῦτο τὸ δόγμα καὶ οἱ αὐτῷ προσανέχοντες, τὸν ὄφιν ὡς θεὸν δοξάζοντες. μηκέτι γὰρ δυνάμενος ὁ διάβολος τὴν ἀνδρείαν διάνοιαν τὴν ἀπὸ τοῦ κυρίου λαβοῦσαν τὴν δύναμιν τῆς ἀληθείας ἀπατᾶν τρέπεται ἐπὶ τὸ θῆλυ τουτέστιν τὴν τῶν ἀνθρώπων ἄγνοιαν καὶ πείθει τοὺς ἐν τῇ ἀγνοίᾳ, ἐπειδὴ οὐ δύναται τὸν στερεὸν λογισμὸν ἀπατῆσαι.

θηλυκοῖς γὰρ ἀεὶ διανοήμασι προσπελάζει, ἡδονῇ τε [*](V M) [*](1 τούτου M 2 γεγονὸ///ς, ὸ aus ὼ V corr γεγονὼς M | διὰ hineingeflickt V corr 3 ῥαγάδος *] ῥαγάδα VM | ἀπόρριμμα *] ἀπόρρυμα aus ἀπόρυμμα V corr ἀπόρυμα M 6 * <ἀνανεώσῃ> * 9 σώματος *] φυράματος VM 10 καὶ] 11 κατασκευάζεται *] κατασκευασθῆ VM 12 ἐπιβουλὴ] ἐπὶ M 14 κεναῖς aus καιναῖς V corr 15 ἰοβολίας ganz auf Rasur V corr 17 καὶ < M | τέλος? * 21 καλεῖ///, ν wegradiert V 22 φαίνεσθαι *] φαινόμενον VM 23 σκολιώτατον, ώ aus ό V corr 25 τοῦτο *] τούτου VM 26 ὁ διάβολος hineingeflickt V corr 27 τοῦ hineingeflickt V corr 29 στερεὸν, ο aus ω V corr)

53
καὶ ἐπιθυμίᾳ τουτέστι τῇ ἀγνοίᾳ τῇ ἐν ἀνθρώποις θηλυνομένῃ καὶ οὐχὶ τῷ στερεῷ λογισμῷ τῷ εὐλόγως τὰ πάντα νοοῦντι καὶ θεὸν ἀπὸ τοῦ κατὰ φύσιν νόμου ἐπιγινώσκοντι.

λέγει γὰρ ἑαυτὸν εἰναι Χριστὸν ὁ παρ᾿ αὐτοῖς ὄφις, μᾶλλον δὲ οὐκ αὐτός οὐ γὰρ δύναται φθέγξασθαι), ἀλλὰ ὁ τὴν αὐτῶν ἔννοιαν οὕτω φρονεῖν παρασκευάσας διάβολος.

τίς τοίνυν ἐδὼν τὸν ὄφιν οὐκ ἐπιγνώσεται τὸν ἐχθρὸν καὶ φεύξεται; τούτου γὰρ ἕνεκεν καὶ ὁ κύριος αὐτὸν τοῦτον τὸν ὄφιν εἰς ἐχθρίαν κατέστησε τοῦ τῶν ἀνθρώπων γένους, ἐπειδὴ ὅλως σκεῦος διαβόλου γέγονεν κτῆνος ὤν καὶ δέ αὐτοῦ ἠπάτησεν ὁ διάβολος τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ, ἵνα ἰδόντες τὴν τούτου ἐχθρίαν τοῦ αἰσθητοῦ ὄφεως ἀποδιδράσκψσι τῆς ἀπάτης τὴν ἐπιβουλὴν καὶ μισήσωσιν ὡς εἰπεῖν θεάσασθαι καὶ τὸ εἶδος.