Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτό τε τὸ δέλτα καὶ τὸ ε καὶ τὸ λάμβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα, καὶ ταῦτα πάλιν τὰ γράμματα δι᾿ ἄλλων γράφεται γραμμάτων καὶ τὰ ἄλλα δι᾿ ἄλλων,

εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων;

καὶ εἰ τὸ ἓν γράμμα οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν Προπάτορα ἡ Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε.

διὸ καὶ τὸv Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὐτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.

Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν Τετρακτὺν εἰπεῖν· θέλω δή σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. κατήγαγον γὰρ αὐτὸν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν᾿ ἐσίδῃς αὐτὴν γυμνὴν καὶ καταμάθῃς τὸ κάΜ αὐτῆς, ἀλλὰ καὶ ἀκούσῆς αὐτῆς λαλούσης καὶ θαυμάσῃς τὸ φρόνιμον αὐτῆς.

ὅρα [*](Y M lat. ffipp.) [*](1 λέγει Hipp.] λέγειν V M dicit lat. 3 descemlit lat. κατῆλθε Hipp. | ὃ] Ausgg.] < lat. Hipp. 4 εἶναί φησι] aif esselsit. φησὶν εἶναι | τῶν ex his XXX lat. .5 δι᾿ ὧν Hipp.] δι’ οὗ V M per qiias lat. 6 αὖ] μὴ Hipp. 7 ὡς] ὥστε Hipp. | τῶν γραμμάτων] διὰ τῶν γραμμάτων γραφέντος Hipp. 8 μάθοις] μάθοι τις Hipp. 9 ἔχει ἐν ἑαυτῷ Hipp, habet in se lat. | αὐτό τε < Hipp. | τε] δὲ M 10 τὸ ε] τὸ εἶ V, vgl. S. 13, 2 | λάβδα M | ταῦτα πάλιν] αὐτὰ ταῦτα Hipp. 12 ἀεὶ, ἀ auf Rasur Vcorr < lat. 14 τὸ τὸν τόπον (1. πόντον) Hipp. | εἰ] εἰς M 15 ἄπειρον <οὕτ> Hipp. ὀρᾶται Hipp. 16 Ἡ Μάρκου — ἐδογμάτισε] ἡ Μάρκου φιλοπονία, μᾶλλον δὲ ματαιοπονία βούλεται συνιστᾶν Hipp. 20 εἰπεῖν] dedisse lat. | θέλω δή σοι Ausgg.] θεανδήσοι V M volo autem tibi lat. θέλω Γε σοι Hipp. 22 ἵνα ἴδῆς Hipp. | αὐτῆς τὸ κάλλος Hipp. 23 τὸ φρόνιμον] sapientiam lat. τὸ φρόνιμα Hipp. 23f ὅρα οὐν κεφαλὴν] vide quid igitur in capiit eins lat.)

13
οὖν κεφαλὴν ἄνω, τὸ α καὶ τὸ ω, τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶν γ καὶ χ, στήθη ὁ καὶ φ, διάφραγμα ε καὶ υ, κοιλίαν ζ καὶ τ, αἰδοῖα η καὶ σ, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμασ κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας, τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χρακτὴρ τοῦ γράμματος.

καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου καὶ ἀρχὴν πάσης φωνῆς καὶ παντὸς ἀρρήτου ῥῆσιν καὶ τῆς σιωπωμένης Σιγῆς στόμα.

καὶ τοῦτο μὲν τὸ σῶμα αὐτῆς· σὺ δὲ μετάρσιον ἐγελθρας το > διανοίας νόημα τὸν αὐτογεννήτορα καὶ πατροδότορα λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκους.

6. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι καὶ τὸ ὄνομα τοῦτο εἲναι, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι.

προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ Τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον φησίν·

ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας. οὐ τοῦθ᾿ ὕπερ οἶδας καὶ δοκεῖς > πάλαι, ἐστὶν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς.

Ἰησοῦς μὲν τάρ ἐστιν ἐπίσημον ὄνομα ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως γινωσκόμενον· τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος, πολυ- [*](V M lat. Hipp.) [*](1 κεφαλὴν + φησὶν Hipp. | vor τὸ α + primum lat. + τὸ πρῶτον Hipp. | τὸ α καὶ τὸ ω] Α et Ω lat. ἄλφα ω Hipp.; ebenso im Folgenden das καὶ zwischen den beiden Buchstaben bei Hipp, ausgelassen | ἅμα χερσὶν < Hip. 2 φράγμα | κοιλίαν Hipp.] νῶτον V Μ ventrem lat. | αἰδοῖα Hipp.] κοιλίαν V M ferenda lat. 4 τοῦτ᾿ Hipp. | μάγον] Μάρκον Hipp. 6 τε] autem lat. | αὐτὸ] eum lat. < Hipp. 8 μὲν < Hipp. 9 <τὸ τῆς> Hipp. | τὸν αὐτὸν τὸν γεννήτορα Hipp. | πατροδότορα] προπάτορα Hipp. 10 στομάτων] ore lat. 12 λαλῆσαι] locuta esHat. 13 εἶναι τοῦτο Hipp, esse hoc lat. 14 παραυτίκα Hipp.] παρ᾿ αὐτῆ καὶ V M statim lat. | σιωπῆσαι Hipp.] σιωπὴν V M taeuit lat. 15 πλεῖον αὐτὴν μέλλειν τι Hipp. | λέγειν] dieturam lat. 16 ὡς εὐκαταφρόνητον] οὕτως εὐήθη Hipp. | λόγον + τοῦτον Hipp. | ὃν am Rande nachgetragen Vcorr < Hipp. | στομάτων] ore lat. 17 τοῦτο Hipp. | <ἔχειν> lat. | πάλαι Hipp.] παλαιὸν V M olim lat. | ἐστὶν] τουτέστιν Hipp. 18 μόνον Hipp. | hinter αὐτοῦ ein τὴν αὐτοῦ getilgt Vcorr 19 μὲν γὰρ] autem lat. | ἓξ ἔχον Hipp.] ἓξ ὢν V ἐξ ὧν M sex habens lat. | τῶν < Hipp. 20 γινωσκόμενον] cognitum lat. ἐγκαλούμενα Hipp. | + πέντε Hipp.)

14
μερὲς τυγχάνον, ἄλλης ἐστὶν μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾿ ἐκείνων τῶν συγγενῶν, ὧν τὰ Μεγέθη παρ᾿ αὐτῷ ἐστι διὰ παντός.