Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

21. Ταύτην τὴν πᾶσαν ἀκριβῆ ἔρευναν ὁ μακάριος πρεσβύτης Εἰρηναῖος ἐποιήσατο, καθ᾿ εἱρμὸν πάντα ἐκθέμενος τῆς αὐτῶν πάσης παραπεποιημένης διδασκαλίας. διόπερ δή, ὡς καὶ ἤδη μοι προδεδή- [*](V M lat. (bis Z. 20)) [*](1 αὐτοῦ] eins lat.; lies wohl ἐμαυτοῦ * 2 εἰρήν////, ν wegradiert V 3 τῷ 2] τοῦ aus τὸ Vcorr τὸ M | opobalsamo lat. 6 μίξαντες] admiscentes lat. | ἐπιρρήσεων] prophanis dictionibus lat.; vgl. S. 36, 2 | 〈τινων〉 *] quibusdam lat. 7 τελουμένων *, vgl. S. 36, 2] τελειουυένων V M 8 βαλσάμῳ] opobalsamo lat. 10 /// φθαρτῶν, α vorn wegradiert V 11 τῶν ἀνεννοήτων καὶ ἀσωμάτων] ea quae mente concipi non possunt et incorporalia et insensibilia lat.; lies wohl <τὰ> τῶν ἀνεννοήτων ἀσωμάτων καὶ > * 12 δὲ, ὲ auf Rasur V corr 13 ὑπ᾿] de lat.; lies ἀπ’? * | . . γεγονότων] ea . . quae sunt . . facta lat. 14 ἐκ < lat. 17 <ἐδτι> est lat. | καὶ ἔστι < lat. | πνεύματος Ausgg.] πατρὸς V M spiritus lat. | δεῖν Ausgg.] δεῖ V M oportere lat. 18 γνώσεως Ausgg.] Μωυσέως V M agnitionem lat. | ἕσο M 19 ἀρκεῖσθαι αὐτοὺς τῇ . . . ἐπιγνώσει] sufficere eis . . . agnitionem lat. 21 Unterschrift ἕως ὧδε τὰ ὑπὸ ὑπὸ aus ἀΠὸ Vcorr) Εἰρηναίου V M; in M folgt darauf die Überschrift κατὰ Μαρκωσίων 23 ἐκθέμενος *] ἐνθέμενος V M 24 διόπερ δή am Rande nachgetragen Vcorr | ὡς auf Rasur Vcorr)

38
λωται, ὅτι] τοῖς ὑπ᾿ αὐτοῦ ἐσπουδασμένοις ἀρκεσθέντες πάντα πρὸς ἔπος, ὡς παρ᾿ αὐτῷ ἐμφέρεται, παρεθήκαμεν.

ἀνατραπήσονται δὲ ἐξ αὐτῶν τῶν παρὰ τοῦ αγίου ἀνδρὸς εἰς ἀντίθεσιν τῆς αὐτῶν μοχθηρίας εἰρημένων. ἡμεῖς γὰρ πιστεύομεν, ὡς πάντῃ ἡ ἀλήθεια ὑποφαίνει καὶ ὁ εὔλογος λογισμὸς ὑποτίθεται καὶ τῷ τῆς εὐσεβείας κανόνι συμπεφώνηται τῷ τε νόμῳ καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τῶν ἀνέκαθεν πατριάρχαις κατὰ ἀκολουθίαν τῇ τε αὐτοῦ τοῦ σωτῆρος διδαχῇ,

τοῦ > καὶ τῶν αὐτοῦ ἀποστόλων σαφῶς ἡμᾶς διδασκόντων ἕνα ὁμολογεῖν θεὸν πατέρα, παντοκράτορα τῶν ὅλων, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μίαν ἁγίαν τριάδα ἄκτιστον, τῶν ἄλλων ἁπάντων ἐξ οὐκ ὄντων γενομένων μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.

τούτων δὲ Παρὰ πάντων τῶν προειρημένων ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν καὶ ἀποστόλων σαφῶς ὡμολογημένων καὶ πεπιστευμένων, οὐκ ἂν δυνηθείη κυβευτική τις ἐπίνοια ἀντισχεῖν πρὸς τὴν ἀκτῖνα τῆς ἀληθείας, ὥς γε ἡμῖν πολλάκις κατὰ πλάτος εἴρηται ἐν τῇ πρὸς ἑκάστην αἵρεσιν ἀντιθέσει·

ὡς ἐξ ἅπαντος φωρᾶσθαι καὶ τοῦτον τὸν ἀγύρτην καὶ θανατοΠοιὸν ἰσοτύπως ταῖς προειρημέναις ἐπιδείξεως χάριν καὶ περιεργίας τὰ μεγάλα ταῦτα καττύσαντά τε καὶ μηχανησάμενον.

22. Παρελθόντες δὲ καὶ τούτου τὴν μοχθηρίαν καὶ τῶν ἀπ᾿ αὐτοῦ Μαρκωσίων λεγομένων ἐπὶ τὰς ἑξῆς σπεύσωμεν, ὠ ἐπιπόθητοι, τὰς αὐτῶν ῥίζας πάλιν ἀνερευνῶντες καὶ τῶν καρπῶν αὐτῶν τὴν πικρίαν ἀφανίζοντες, τήν τε ἀνατροπὴν καὶ τὰ κατ᾿ αὐτοὺς πάντα ἐπιδεικνύντες, οὐχὶ εἰς βλάβην τῶν ἐντυγχανόντων, ἀλλὰ εἰς ἀποτροπήν,

πρὸς τὸ μὴ πλησιάσαι μιᾷ τῶν προειρημένων αἱρέσεων ἢ τῶν μετέπειτα, ἀλλὰ ἀναγνόντας τὰ γεγραμμένα παρ᾿ αὐτοῖς καὶ γνόντας τὰ ᾀδόμενα καὶ καταγνόντας τῆς ἑκάστης αὐτῶν πλάνης τε καὶ ἑρπετώδους μοχθηρίας ἀποφεύγειν τε καὶ ὡς εἶπον μὴ πλησιάζειν.

διψάδα γάρ τινα ἔχιδνάν φασιν οἱ ἱστορήσαντες, ἣ οὕτως ἔοικεν λύμην τοιάνδε ἐμποιεῖν· ἐν τόποις γάρ τισιν, ὅπου πύελοι ἐν ταῖς πέτραις ἢ λιβάδες εἰσὶ μικραὶ ἀπὸ πετρῶν χεόμεναι εἰς ὑποδοχήν τινα, [*](V M —16 Joh. Cyparissiota VIII 10; Migne 152, 920) [*](1 ὅτι] Dind. ἅτε Öh. 2 συνετάξαμεν hinter παρεθήκαμεν getilgt Vcorr | δὲ *] γὰρ auf Rasur Vcorr γὰρ M 4 vor πιστεύομεν + >? * | πάντῃ ὡς Job. Cyp. 6 τε < M 8 <τοῦ κυρίου> * 9 θεὸν am Rande Vcorr 12 τούτων δὲ *j οὕτως τε V M 16 κατὰ πλάτος Oporinus] κατὰ πλά- τους V M 17 ἀντιθέσει *] ὑποθέσει V M 25 οὐχὶ, ὶ angeflickt Vcorr 30 ουτος aus οὕτως Vcorr ουτος M)

39
ἡ αὐτὴ διψὰς ὕδωρ εὑρίσκουσα καὶ πιοῦσα τὸν ἰὸν ἐμβάλλει μετὰ τὸ πιεῖν εἰς τὰς προειρημένας στάσεις στάσεις τῶν ὑδάτων, ὥστε πᾶν ζῷον πλησιάσαν καὶ ποτοῦ κορεσθὲν δοκεῖν μὲν ὠφελεῖσθαι ἐκ τοῦ μεταλαβεῖν, εὐθὺς δὲ παρὰ τὸν ὑποδόχον τῶν ὑδάτων ἐκ τοῦ ἰοῦ τῆς διψάδος ὑποδεξάμενον καταπίπτειν καὶ θνῄσκειν.

ἀλλὰ καὶ εἴ τινα πλήξειεν ἡ αὐτὴ διψάς, ἀπὸ τοῦ περισσοτέρως ἐν αὐτῇ καυστικοῦ ἰοῦ ἐπὶ ὄρεξιν δίψης καὶ πόματος προτρέπει τὸ πάθος τῆς ἀλγηδόνος προσφέρεσθαί τε ἀεὶ καὶ πίνειν ἐρεθίζει.

νομίζει δέ τι ὠφελεῖσθαι πρὸς τὴν λύμην ὁ πληγείς, ὁσάκις τῆς τοιαύτης θανατηφόρου ἀλγηδόνος * λαμβάνει, ἀλλὰ ἐν αὐτῷ τῷ πότῳ πληρωθείσης τῆς γαστρὸς καὶ μηκέτι > ὑποδεχομένης ὕστερον σὺν τῷ πόματι τὸ πνεῦμα ἀφίησιν.

οὕτως καὶ οὗτος ἀπὸ πόματος τὸν θάνατον τοῖς παρ᾿ αὐτοῦ ἠπατημένοις ἐξεργάζεται, οὗπερ ἰοῦ ἐν δυνάμει θεοῦ ῥυσθέντες ἐπὶ τὰς ἑξῆς ἴωμεν.

Κολόρβασος τούτοις ἕπεται ἀπὸ τῆς τοῦ προειρημένου Μάρκου γοητείας τὸν ἔρανον ποιησάμενος, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Πτολεμαίου ῥίζης σκολόπων δίκην ἀναφύσας· ἕτερα <δὲ> πάλιν τούτους ἐνοχλεῖν τῷ κόσμῳ κέντρων δίκην ἐπενόησε, δῆθεν μείζονα ἐμπειρίαν, ὡς ἄνωθεν ἥκων, μηχανώμενος.