Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τό »οὐδεὶς ὄψεται τὸν θεόν« πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐ περὶ τοῦ ὑπὸ τούτων παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ καὶ αὐτός ἐστιν ὁ ἀόρατος θεός, δειχθήσεται τοῦ λόγου προϊόντος.

καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸν τοῦτο σημαίνειν ἐν τῷ ἐπερωτᾶν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ εἰδότα· ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀέ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ εἰπεῖν αὐτῷ »ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσίν, ἕως οἱ συνιέντες συνιῶσι καὶ οἱ λευκοὶ λευκανθῶσι«· καὶ αὐτοὺς εἶναι τοὺς λευκοὺς καὶ [εὖ] συνιέντας αὐχοῦσιν.

Πρὸς δὲ τούτοις ἀμύθητον πηῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶς ἔπλασαν, παραφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα.

προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κἀκεῖνο τὸ ῥᾳδιούργημα, ὡς τοῦ κυρίου παιδὸς ὄντος καὶ μανθάνοντος τὰ γράμματα, τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστίν· εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα.

πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύοντος εἰπεῖν, ἀποκρίνασθαι τὸν κύριον· σύ μοι πρότερον ἐπὲ τί ἐστι τὸ ἄλφα, καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν τῷ τύπῳ τοῦ αλφα.

Ἔνια Τε καὶ τῶν ἐν τῷ εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν, ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν »οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;« ὃν οὐκ ᾔδεισαν, φασί, πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλάς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς θεόν.