Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸ γὰρ λ, ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν καὶ εἰς ἑαυτὸ ἁπάσαν † αὐτόν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσεν χώραν, τοῦ M στοιχείους ἐκ δύο A συγκειμένου.

διὸ καὶ φεύγειν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνεγήκοντα ἐννέα χώραν, τουτέστιν τὸ Ὑστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἔ, ὃ προστεθὲν τοῖς ἐνενήκοντα ἐννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα μετέστησεν.

13. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητέ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ * τὴν τοιαύτην αὐτῶν οἰησίσοφον μωρίαν. ἄξιοι δὲ πένθους οἱ τῆλικαύτην θεοσέβειαν καὶ τὸ μέγεθος τῆς ἀΜῶς ἀρρήτου δυνάμεως καὶ τὰς τουσαύτας οἰκονομίας τοῦ θεοῦ διὰ τοῦ ἄλφα καἰ βῆτα καὶ δι᾿ ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες.

ὅσοι δὲ ἀφίστανται τῆς ἐκκλησίας καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς > αὐτοκατάκριτοι, οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτεῖθσαι.

Ἰωάννης δέ, ὁ τοῦ κυρίου μαθητής, ἐπέτεινε τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφ᾿ ἡμῶν λέγεσθαι βουληθείς· »ὁ γὰρ λέγων αὐτοῖς« φησί »χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονηροῖς«.

καὶ εἰκότως· »οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσιν« λέγει κύριος. ἀσεβεῖς δὲ ὑπὲρ πᾶσαν ἀσέβειαν οὗτοι οἶ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μόνον θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔσιν, ἐξ Ὑστερήματος καὶ αὐτοῦ ἐξ ἄλλου Ὑστερήματος γεγονότος προβεβλῆσθαι λέγοντες· ὥστε κατ᾿ αὐτοὺς εἲναι αὐτὸν προβολὴν τρίτου Ὑστερήματος.

ἣν γνώμην ὄντως καταφυσήσαντας καὶ καταθεματίσαντας δέον πόρρω που <καὶ> φυγεῖν ἀέ αὐτῶν καὶ ᾗ πλέον διισχυρίζονται καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρέμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων,

καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν [*](12f vgl. Tit. 3, 10f — 15 II Joh. 11 — 17 Jes. 48, 22) [*](V M lat. Hipp, (bis Ζ. 6)) [*](2 καὶ εἰς ἑαυτὸ ἁρπάσαν αὐτόν] ἀναρπάσαν Hipp. | ἑαυτὸ Dind.] ἑαυτὸν VM † αὐτὸν] ipsum lat.; alter Fehler ür αὐτὸ * 3 Λ + καὶ η Hipp. | διὸ + δὴ Hipp. | αὐτοὺς Hipp.] αὐτοῦ V M eos lat. 6 αὐτοὺς Ausgg.] αὐτοῦ V M eos lat. | μετέ<> Schlu von Hipp. 7 γελάσης M 8 * alte Lücke; <ἀκούων> * 8 οἰησίσοφον, σι auf Rasur Vcorr 9 ἀληθῶς Ausgg.] V M vere lat. 10 διὰ τοῦ ἄλφα καὶ βῆτα] per Α et Β lat.; lies wohl διὰ τοῦ ἀλφαβήτου* 11 ψυχρῶς καὶ βεβιασμένως] frigidos et vi extortos let. 12 > *] sunt lat. 14 δὲ] enim lat. | ἐπέτεινε] superextendit lat. 15 αὐτῶν] in eos lat. 19 ὃ///ν, ο aus ω Vcorr 20f καὶ αὐτοῦ — ὑστερήματος < Μ 20 et sie iam lat. 21 ὄντως] digne δεόντως) lat.; kaum richtiger 22 <καὶ> et lat. 23 διισχυρίζονται + haec lat. 24f ab Ogdoadis neqidssimis spiritalihus lat.)

27
ἐμπεσόντες † ἢ πλέον γελῶσι καὶ ἰσχύειν δοκοῦσιν καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσιν, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσιν. ὁμοίως δὲ καὶ οὗτοι ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι καὶ ἐκνευρίζουσιν ἑαυτοὺς ὐπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν.

ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀνοίας, ἔπειτα σχολάζοντας αὐτοὺς οὐ θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρόν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην ὡς δυναμένων τὰ ὐπὲρ τὸν θεὸν ἐννοεῖν καὶ ἐπιτήδειον εἰς υπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσεν.

14. Βούλομαι δὲ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατ’ εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ Δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσιν διηγήσασθαι.

πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖά φασιν, πῦρ ὕδωρ γῆν ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω πρότης τετράδος, τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρόν, ξηρόν τε καὶ ὑγρόν, ἀκριβῶς ἐξεικονίζειν τὴν ογδοάδα.

ἑξῆς * δέκα δυνάεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν † σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρα- νοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς, προελθούσης,