Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

»ὥστε καὶ ἔχειν ἐξουσίαν ἐδογμάτισαν καὶ τοῦ ἁμαρ- τάνειν διὰ τὴν τελειότητα, ἦ πάντως Τε σωθησομένων φύσει, κἄν τε νυνὶ ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ τὰ αὐτὰ αὐτοῖς πράττειν συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων τούτων«.

»Φασὶ δὲ καὶ οὖτοι ὡς ἐπὶ τὸ ὑψηλότερον καὶ γνωστικώτερον ἐπεκ- τεινόμενοι τὴν πρώτην τετράδα οὕτως· ἔστι τις πρὸ πάντων προαρχὴ προανεννόνητος, ἄρρητός τε καὶ ἀνονόμαστος, ἥν ἐγὼ Μονότητα καλῶ. ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἥν καὶ αὐτὴν ὀνομάζω Ἐνό- τητα.

αὕτη ἡ Ἐνότης ἥ τε Μονότης, τὸ Ἔν οὖσαι, προήκαντο, μὴ πρόέ- μεναι. ἀρχὴν ἐπῖ πάντων νητήν, ἀγέννητόν τε καὶ ἀόρατον, ἥν ἀρχὴν ὁ λόγος Μονάδα καλεῖ.

ταύτῃ τῇ Μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἥν καὶ αὐτὴν ὀνομάζω τὸ Ἔν. αὖται αἱ δυνάμεις, ἥ τε Μονότης καὶ Ἐνότης, Μονάς τε καὶ τὸ Ἔν, προήκαντο τὰς λοιπὰς προβολὰς τῶν αιωνων«.

6. Εἶτα οἱ καλῶς συγγραψάμενοι τὴν ἀλήθειαν <περὶ> τούτων ἐν τοῖς σφῶν αὐτῶν συγγράμμασιν ἤλεγξαν <αὐτούς>, Κλήμης τε, φασί τινες Ἀλεξανδρέα, ἔτεροι δὲ Ἀθηναῖον),

ἀλλὰ καὶ ὁ ἱερὸς Εἰρη- ναῖος καταγελῶν αὐτῶν τὸ τραγικὸν ἐκεῖνο ὅ] ἐπὶ τοῖς προειρη- μένοις εἰς μέσον φέρων ἡκεν · »ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ.