Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πολλὴ γὰρ ἑκάστου τῶν πεπλανη- μένων πρὸς τὸν ἔτερον διαφορὰ καὶ συρφετώδης ὡς εἰπεῖν πολυμιξία κενοφωνίας.

οὑτος γὰρ ὁ Ἐπιφάνης, ὡς ἔφην, υἱὸς ὤν Καρ- ποκράτους, μητρὸς δὲ Ἀλξανθρείας οὕτω καλουμένης, τούτοις ὡς προεῖπον συνάπτεται· ἀπὸ Κεφαλληνίας μὲν τὸ πρὸς πατρὸς γένος ὤν, ἑπτακαιδεκαετῆ <δὲ> βιώσας χρόνον θᾶττον τὸν κατέστρεψεν, τοῦ κυρίου ὥσπερ ἀκάνθας τοὺς φαύλους ἀπαλλάσσοντος, κρεῖττόν τι περὶ τῆς οἰκουμένης προνοοῦντος.

μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν οἱ πρὸς αὐτοῦ πεπλανημένοι τῆς ἀπ’ αὐτοῦ πληγῆς οὐκ ἀπέσχοντο.

ἐν Σάμῳ γὰρ ὡς θεὸς ἔτι καὶ εἰς δεῦρο τιμᾶται· τέμε- νος γὰρ αὐτῷ ἱδρύσαντες οἱ ἐπιχώριοι θυσίας καὶ τελετὰς ἐπιτελοῦσι κατὰ νεομηνίαν, βωμοὺς δὲ αὐτῷ ἔστησαν καὶ μουσεῖον εἰς ὅνομα αὐτοῦ περίπυστον ἀνεστήσαντο, τὸ δὴ Ἐπιφάνους μουσεῖον καλού- μενον.

θύουσι γὰρ αὐτῷ οἱ Κεφαλλῆνες εἰς τοσαύτην πλάνην ἐλη- λακότες καὶ σπένδουσι καὶ ἐν τῷ ἰδρυμένῳ αὐτοῦ τεμένει εὐωχοῦνται ὔμνους τε αὐτῷ ᾄδουσι.

δι᾿ ὑπερβολὴν δὲ τῆς ἐκείνου παιδείας, ἐγκυκλίου τε καὶ Πλατωνικῆς, ἡ πᾶσα τοῖς προειρημένοις κατά τε τὴν αἵρεσιν καὶ κατὰ τὴν ἑτέραν πλάνην, λέγω <δὲ> τὴν εἰς μανίαν τοὺς ἐπιχωρίους τρέψασαν, γέγονεν ἀπ΄ αὐτοῦ άπάτη.