Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Εἰ δὲ καὶ πάλιν ἐρεῖ ὁ τοιοῦτος ἡμῖν προελθὼν ἕτερος ὄφις, ὅτι τὰ μὲν δεξιὰ καὶ εὐώνυμα ἐκτὸς τοῦ ἑνὸς ὑπάρχει, αὐτὸς δὲ μεσαίτατός ἐστιν καὶ ἑαυτῷ μὲν προσάγεται τὰ δεξιὰ καὶ χαίρει τού τοις, δεξιὰ δὲ ταῦτα καλεῖ καὶ φῶς, τὰ δὲ εὐώνυμα ὡς ἀλλότρία αὐτοῦ καὶ ἐπὶ ἀριστερᾷ κείμενα ἀπωθεῖται, γεγέτω μοι πόθεν λαμ- βάνει ταύτην τὴν γεωμετρίαν, ἵνα καλῶς ῥυθμίσῃ ἀμετάστατον δεξιάν τε καὶ εὐώνυμον.

παρ’ ἡμῖν γὰρ δεξιὰ εἰκότως ὀνομάζεται ῆτοι ἀριστερὰ ἀπὸ τῶν ἐν τῷ σώματι πεπηγμένων μελῶν, ἐν οἱς οὐδέποτε ἐναλλαγὴ γίνεται.

τὰ δὲ ἐκτὸς ἡμῶν δύναται εἶναι ποτὲ μὲν δεξιά, ποτὲ δὲ εὐώνυμα. παντὶ μὲν γὰρ τῷ ὁρῶντι κατὰ ἀνα- τολὴν νότος εἴτ᾿ οὖν μεσημβρία δεξιὰ κληθήσεται. τὸ κλίμα δὲ τὸ βόρειον ἤτοι ἀρκτῷον ἀριστερόν.

τὸ δὲ ἀνάπαλιν ἐπὶ τὰ δυτικὰ μέρη ἀναστραφέντος ἀνθρώπους τινὸς εὑρεθήσεται ἑτερωνύμως τὰ κλίματα· ὅπερ πρὸ ὥρας δεξιὸν ὑπῆρχεν νότιόν τε καὶ μεσημβρινόν, εἰς ἀριστερὰ αὖθις μεταβαλλόμενον, καὶ τὸ εἰς ἀριστερὰν τοῦ τινος κεκλι- μένον ἀνθρώπου εἴτ᾿ οὖν ἀρκτῷον εἴτ οὖν βόρειον κλίμα, εἰς δεξιὰν αὐτοῦ μεταβαλλόμενον.

ποῦ τοίνυν ὁ ἀπατεὼν ἐξῃῦρεν ἑαυτῷ τὴν κατὰ θεὸν γεωμετρίαν; κοὶ ὦ τῆς τοιαύτης πολλῆς γηρολογίας τῆς τὰ πάντα συγχεύύσης.

φάσκει δὲ τὸ γστέρημα μετὰ τοὺς τρίακοντα [*](5f vgl. IKor. S, 6 V M 1—9 Joh. CypariBsiota VnilO; Migne 152) [*](1f ἀναδειχθήσεται, δει getilgt Vcorr 2 nacH ἔν1 2 Buchstaben, wohl ου auEradiert V | ὄν aus ὄντα Vcorr ὄντα Μ rjuod est Joh. Cyp. 3 ἐκτισμένα aus κεκτισμένα Ycorr ἐκτισμένα M 4 pcrdidiccrwit (= καταμαθοῦσι) Joh. Cyp. 5 δὲ] δὴ V 9 εὐ] *, (doppelte Lesart)] large ab ipso sunt post henc profecta et constituta Joh. Cyp. 11 ἐκτὸς] ἐκ V, vgl. Ζ. 18 12 αὐτῶ M | μὲν < 14 ἐπ’ M 16 παρ’ am Rande nachgetragen V corr < M 16f δεξιὰ u. ein ν wegradiert Vcorr 21 τὸ aus τοῦ Vcorr τοῦ M 22 ἀποστραφέντος M 24 ἀριστερὰ2 V 26 ἐφεῦρεν M 28 τὸ ὑστέρημα μετὰ Pet.] μετὰ τὸ ὑστέρημα V M)

441
αἰῶνας γεγενῆσθαι. πόθεν ἄρα τὴν τοῦ γστερήματος φύσιν κατεί- ληφας, ὠ οὑτος, ἢ τὴν ἀποστᾶσαν δύναμιν, λέγε;

εἰ μὲν γὰρ εὺρες ταύτην ἀπὸ βλαστήματος τῶν ἄνω *, οὐ κτιστὴν ἀλλὰ γεννητήν, ἐπειδὴ σοί τε καὶ τῷ σου ἐπιστάτῃ οὐκ ἐκτισμένα τὰ κτιστὰ ὸρί- ζεται, ἀλλὰ γεννητὰ καὶ ἀπὸ μετουσίας, ἑκάστης φύσεως παρ᾿ ἑκάστης λαβούσης, τὰ σύθις γεννώμενα * ἀναφῦναι), ἄρα γε κατὰ τὸν ἑαυτοῦ λόγον κατὰ σαυτοῦ ὐπλίζῃ.

εἰ γὰρ ἀπὸ τῶν ἄνω καὶ ὴ ὑστέρα δύναμις καὶ ἡ ἀποστασία γεγένηται, ἔφυ δὲ ὡς εἰπεῖν καὶ ἐβλάστησεν, μετέχει ἄρα τῶν ἄνω χαρισμάτων, ἐπειδὴ τῷ Πληρώματι ἡ ὑστέρα καὶ τὸ Πλήρωμα τῇ ὑστέρᾳ, καὶ οὐδὲν διενεχθήσεται τοῦτο πρὸς ἐκεῖνο οὔτε ἐκεῖνο πρὸς τοῦτο, ἑκατέρων κατὰ τὰ τέρματα ἀλλήλοις ἐπικονωνούντων.

καὶ ἐκ παντὸς λόγου διελεγχθήσῃ ἐξ ἐπισπορᾶς δαίμονος ἔχων τὴν τῆς πλάνης σου βόσκησιν, πάντων ἐλεεινῶν ἐλεεινότατε.