Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἡ γὰρ πλάνη καθ’ ἑαυτὴν μὲν οὐκ ἐπιδείκνυται, ἵνα μὴ γυμνωθεῖσα γένηται κατάφωρος, πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη καὶ αὐτῆς τῆς ἀληθείας * αληθεστέραν ἑαυτὴν παρέχει φαίνεσθαι διὰ τῆς ἔξωθεν φαντασίας τοῖς ἀπειρτέροις,

καθὼς ὑπὸ τοῦ κρείττονος ἡμῶν εἴρηται ἐπὶ τῶν τοιούτων, ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει διὰ τέχνης παρομοιουμένη, ὁπόταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι καὶ τέχνην διελέγξαι τὴν πανούργως γενομένην · ὅταν δὲ ἐπιμιγῇ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκέραιος Ε; δοκιμάσαι; — ἵνα οὖν μὴ Ε;

παρὰ τὴν ἡμετέραν αἰτίαν συναρπάζωνταί τινες ὡς πρόβατα ὐπὸ λύκων, ἀγνοοῦντες αὐτοὺς διὰ τὴν ἔξωθεν τῆς προβατίου δορᾶς ἐπιβολήν, οὕς φυλάσσειν παρήγγελκεν ἡμῖν ὁ κύριος, ὅμοια μὲν Ε; λαλοῦντας, ἀνόμοια δὲ φρονοῦντας, ἀναγκαῖον ἡγησάμην, ἐντυχὼν τοῖς ὑπομνήμασι τῶν ὡς αὐτοὶ λέγουσιν Οὐαλεντίνου μαθητῶν, ἐνίοις δ᾿ αὐτῶν καὶ συμβαλὼν καὶ καταλαβόμενος τὴν γνώμην αὐτῶν, μηνῦσαί σοι, ἀγαπητέ,