Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸ δὲ ἕτερον τάγμα τῶν ἀνθρώπων ἐν κόσμῳ, ὅπερ ψυχικὸν καλοῦσιν, ἐφ’ ἑαυτοῦ σῴζεσθαι μὴ δυνάμενον , εἰ μή τι ἂν καμάτῳ καὶ δικαιοπραγίᾳ ἑαυτὸ ἀνασώσειε. τὸ δὲ ὑλικὸν τάγμα τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων μήτε δύνασθαι χωρεῖν τὴν γνῶσίν φασι μήτε δέχεσθαι ταύτην, κἂν θέλοι ὁ ἐκ τούτου τοῦ τάγματος ὁρμώμενος, ἀπόλλυσθαι δὲ ἅμα σὺν] ψυχῇ καὶ σώματι.

τὸ δὲ ἑαυτῶν τάγμα πνευματικὸν ὂν σῷζεσθαι σὺν σώματι ἄλλῳ, ἐνδοτέρῳ τινὶ ὄντι. ὅπερ αὐτοὶ σῶμα πνευματικὸν καλοῦσι φανταζόμενοι.

τοὺς δὲ ψυχικοὺς κεκμη- [*](2ff vgl. Irenaeus adv. haer. I 6, 1ff; I 53ff Harvey πᾶν τὸ πνευματικόν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι . . . ἐπαιδεύθησαν γὰρ τὰ ψυχικὰ οἱ ψυχικοὶ οἱ δι᾿ ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι . . . . . διὸ καὶ ἡμῖν μὲν ἀναγκαῖον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἀποφαίνονται· ἄλλως γὰρ ἀδύνατον σωθῆναι. αὐτοὺς δὲ μὴ διὰ πράξεως, ἀλλὰ διὰ τὸ φύσει πνευματικοὺς εἶναι πάντῃ τε καὶ πάντως σωθήσεσθαι δογματίζουσιν. ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν . . , οὕτως πάλιν τὸ πνευματικὸν θέλουσιν οἱ αὐτοὶ εἶναι ἀδύνατον φθορὰν καταδέξασθαι κἂν ὁποίαις συγκαταγένωνται πράξεσιν . . . διὸ δὴ καὶ τὰ ἀπειρημένα πάντα ἀδεῶς οἱ τελειότατοι πράττουσιν αὐτῶν I 7, 5; I 64f ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν χοϊκὸν ψυχικόν . . καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν καὶ τὸ ψυχικόν, ἐὰν τὰ βελτίονα ἕληται, ἐν τῷ τῆς Μεσότητος τόπω ἀναπαύεσθαι — 21 ff ßverständnis von Irenaeus adv. haer. I 7, 5 ; I 65ff Harvey τὰ δὲ πνευματικά, ἃ ἂν κατασπείρῃ ἡ Ἀχαμώθ, ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς ἐνθάδε καὶ ἐκτραφέντα διὰ τὸ νήπια ἐκπεπέμφθαι, ὕστερον τελειότητος V M) [*](4 * etwa εἶναι Ε; * | vor οἱ ψυχικοὶ + καὶ M | ὑλικούς + τε M 15 ἀφ’ aus ἐφ’ Vcorr 16 ἑαυτὸ U] ἑαυτῶ VM 17 χωρεῖν angeflickt Veorr 19 σὺν] *)

398
κότας πολὺ καὶ ὑπεραναβεβηκότας τὸν Δημιουργὸν ἄνω δοθήσεσθαι τοῖς ἀγγέλοις τοῖς ἅμα Χριστῷ οὐσιν, οὐδέν τι τῶν σωμάτων ἀνακομιζομένους, ἀλλὰ μόνον τὰς ψυχὰς ἐν πληρώματι εὑρεθείσας τῆς αὐτῶν γνώσεως καὶ τὸν Δημιουργὸν ὑπερβεβηκυίας δίδοσθαι τοῖς μετὰ τοῦ Χριστοῦ ἀγγέλοις εἰς νύμφας.