Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὴν δὲ τῶν νεκρῶν ἀνάστασιν ἀπαρνοῦνται, φάσκοντές τι μυ- [*](1 vgl. Irenaeus adv. haer. III 4, 3 ; II 17 Harvey Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς Ῥώμην ἐπὶ Ὑγίνου, ἤκμασε δὲ ἐπὶ Πίου καὶ παρέμεινεν ἕως Ἀνικήτου Tertullian de praescr. 30 adv. Valent.4 — 1ff die Nachricht des Epiph. (Filastrius h.38,2; S.21,4 öpft aus ihm) von einer Wirksamkeit des Valentin in Cypern nach seinem römischen Aufenthalt steht im AViderspruch mit Irenaeus ; denn dessen (vgl. das παρέμεινε II 22, 5; I 331 Harvey III 3, 4; ΙΙ 12) setzt voraus, ß Valentin in Rom gestorben ist. Ausgleichungsversuche bei Lipsius, Quellen der ältesten Ketzergesch. S. 256ff Hilgenfeld, Ketzergesch. S. 255 Harnack, Lit.- Gesch. II 1 292ff. Immerhin beachte, ß die vita des Epiph. c. 59 u. 64 Valentinianer in Cypern erwähnt — 8 vgl. S. 388, 8ff — 9ff vgl. Ps. Tertullian adv. omn. haer. 4 hunc Ckristutn) autem in svhstantia corporis nostri non fuisse, sed spiritale nescio quod corpus de caelo deferentem quasi aquam per fistulam, sie per Mariam virginevt transmeasse nihil inde vel accipienlem vel mutuantem Irenaeus adv. haer. 172 I 60 Harvey Hippolyt refut. VI 35, 7; S. 165, 13ff Wendland — 13ff vgl. Hippolyt refut. VI 36, 3; S. 166, 5ff τούτου χάριν ἐγεννήθη Ἰησοῦς ὁ σωτὴρ διὰ τῆς Μαρίας, ἵνa διορθώσηται Ε; ἐνθάδε, ὥσπερ ὁ Χριστὸς ὀ ἄνωθεν ἐπιπροβληθεὶς ὑπὸ τοῦ Νοὸς καὶ τῆς Ἀληθείας διωρθώσατο τὰ πάθη τῆς ἔξω Σοφίας Irenaeus adv. haer. I 3, 1; I 24 Harvey — 16 vgl. Ps. Tert. adv. omn. haer. 4 resurrectionem huius carnis negat, sed alterius Irenaeus adv. haer. I 6, 1; I 51 Harvey V M) [*](2 † ὡς] σε σ oben drüber Vcorr ὦ M; entweder ganz zu streichen u. hinter ναυάγιον einzuschieben oder etwa ἐσώθη, οὕτως〉 hinter σωματικῶς zu änzen* 13 μήτε M | τὸν2 < M 14 ἀλλὰ getilgt Vcorr | τοῦτον + δὲ V M | δι’ οὐδὲν ἕτερον ἢ am Rande nachgetragen Vcorr Μ)

397
θῶδες καὶ ληρῶδες, μὴ τὸ σῶμα τοῦτο ἀνίστασθαι, ἀλλ᾿ ἕτερον μὲν ἐξ αὐτοῦ, ὃ δὴ πνευματικὸν καλοῦσι· μόνων δὲ ἐκείνων παρ’ αὐτοῖς πνευματικῶν καὶ τῶν ἄλλων <τῶν> ψυχικῶν ἐάν γε οἱ ψυχικοὶ δικαιοπραγήσειαν, τοὺς δὲ ὑλικοὺς καὶ σαρκικοὺς καὶ γηΐνους καλουμένους παντάπασιν ἀπόλλυσθαι καὶ μηδ᾿ ὅλως σῴζεσθαι.

χωρεῖν δὲ ἑκάστην οὐσίαν πρὸς τοὺς ἰδίους αὐτῆς προβολέας, τὴν μὲν ὑλικὴν τῇ ὕλῃ ἐκδιδομένην καὶ τὸ σαρκικὸν καἰ γήϊνον τῇ γῇ.

τρία γὰρ τάγματα βούλονται εἰναι ἀνθρώπων, πνευματικῶν ψυχικῶν σαρκικῶν, τὸ δὲ τάγμα τὸ πνευματικὸν ἑαυτοῦς λέγουσιν, ὥσπερ καὶ γνωστικούς , καὶ μήτε καμάτου ἐπιδεομένους ἢ μόνον τῆς γνώσεως καὶ τῶν ἐπιρρημάτων τῶν αὐτῶν μυστηρίων. πᾶν δὲ ὁτιοῦν ποιεῖν ἀδεῶς ἕκαστον αὐτῶν καὶ μηδὲν πεφροντικέναι · ἐξ ἅπαντος γάρ φασι σωθήσεσθαι πνευματικὸν ὂν τὸ αὐτῶν τάγμα.

τὸ δὲ ἕτερον τάγμα τῶν ἀνθρώπων ἐν κόσμῳ, ὅπερ ψυχικὸν καλοῦσιν, ἐφ’ ἑαυτοῦ σῴζεσθαι μὴ δυνάμενον , εἰ μή τι ἂν καμάτῳ καὶ δικαιοπραγίᾳ ἑαυτὸ ἀνασώσειε. τὸ δὲ ὑλικὸν τάγμα τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων μήτε δύνασθαι χωρεῖν τὴν γνῶσίν φασι μήτε δέχεσθαι ταύτην, κἂν θέλοι ὁ ἐκ τούτου τοῦ τάγματος ὁρμώμενος, ἀπόλλυσθαι δὲ ἅμα σὺν] ψυχῇ καὶ σώματι.

τὸ δὲ ἑαυτῶν τάγμα πνευματικὸν ὂν σῷζεσθαι σὺν σώματι ἄλλῳ, ἐνδοτέρῳ τινὶ ὄντι. ὅπερ αὐτοὶ σῶμα πνευματικὸν καλοῦσι φανταζόμενοι.

τοὺς δὲ ψυχικοὺς κεκμη- [*](2ff vgl. Irenaeus adv. haer. I 6, 1ff; I 53ff Harvey πᾶν τὸ πνευματικόν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι . . . ἐπαιδεύθησαν γὰρ τὰ ψυχικὰ οἱ ψυχικοὶ οἱ δι᾿ ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι . . . . . διὸ καὶ ἡμῖν μὲν ἀναγκαῖον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἀποφαίνονται· ἄλλως γὰρ ἀδύνατον σωθῆναι. αὐτοὺς δὲ μὴ διὰ πράξεως, ἀλλὰ διὰ τὸ φύσει πνευματικοὺς εἶναι πάντῃ τε καὶ πάντως σωθήσεσθαι δογματίζουσιν. ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν . . , οὕτως πάλιν τὸ πνευματικὸν θέλουσιν οἱ αὐτοὶ εἶναι ἀδύνατον φθορὰν καταδέξασθαι κἂν ὁποίαις συγκαταγένωνται πράξεσιν . . . διὸ δὴ καὶ τὰ ἀπειρημένα πάντα ἀδεῶς οἱ τελειότατοι πράττουσιν αὐτῶν I 7, 5; I 64f ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν χοϊκὸν ψυχικόν . . καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν καὶ τὸ ψυχικόν, ἐὰν τὰ βελτίονα ἕληται, ἐν τῷ τῆς Μεσότητος τόπω ἀναπαύεσθαι — 21 ff ßverständnis von Irenaeus adv. haer. I 7, 5 ; I 65ff Harvey τὰ δὲ πνευματικά, ἃ ἂν κατασπείρῃ ἡ Ἀχαμώθ, ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς ἐνθάδε καὶ ἐκτραφέντα διὰ τὸ νήπια ἐκπεπέμφθαι, ὕστερον τελειότητος V M) [*](4 * etwa εἶναι Ε; * | vor οἱ ψυχικοὶ + καὶ M | ὑλικούς + τε M 15 ἀφ’ aus ἐφ’ Vcorr 16 ἑαυτὸ U] ἑαυτῶ VM 17 χωρεῖν angeflickt Veorr 19 σὺν] *)

398
κότας πολὺ καὶ ὑπεραναβεβηκότας τὸν Δημιουργὸν ἄνω δοθήσεσθαι τοῖς ἀγγέλοις τοῖς ἅμα Χριστῷ οὐσιν, οὐδέν τι τῶν σωμάτων ἀνακομιζομένους, ἀλλὰ μόνον τὰς ψυχὰς ἐν πληρώματι εὑρεθείσας τῆς αὐτῶν γνώσεως καὶ τὸν Δημιουργὸν ὑπερβεβηκυίας δίδοσθαι τοῖς μετὰ τοῦ Χριστοῦ ἀγγέλοις εἰς νύμφας.

8. Τοιαύτη ἐστὶν ἡ κατ’ αὐτοὺς τραγῳδία, ἔχουσα μὲν καὶ πλείω τούτων· ἐγὼ δὲ μόνον ἅτινα φύσει ἀναγκαῖον εἶναι ἡγησάμην εἰς τοὐμφανὲς ἐλθεῖν, ταῦθ᾿ ὑπηγόρευσα, ὡς ἡ εἰς ἡμᾶς † γνῶσις ἦλθεν·

τὸ πόθεν τε ὡρμᾶτο ἐν ποίοις δὲ καιροῖς ὑπῆρχεν καὶ ἀπὸ ποίων τὰς προφάσεις εἴληφεν καὶ τίς αὐτοῦ ἡ διδασκαλία, ἅμα τε τίσιν ἐβλάστησε τῷ βίω̣ κακόν , ἀπὸ μέρους τε, ὡς ἔφην, τῆς τούτου διδασκαλίας ἐμνημόνευσα.

τὰ δὲ λοιπὰ τῆς αὐτοῦ λεπτολογίας οὐκ ἐβουλήθην ἀπ᾿ ἐμαυτοῦ συντάξαι, εὑρὼν παρὰ τῷ ἁγιωτάτῳ Εἰρηναίῳ ναίῳ τῷ ἀρχαίῳ τὴν κατ᾿ αὐτοῦ πραγματείαν γεγενημένην. ἕως δὲ ἐνταῦθα τὰ ὀγλίγα ταῦτα διεξελθών, τὰ ἐξῆς ἀπὸ τῶν τοῦ προειρημένου ἀνδρός, δούλου θεοῦ, Εἰρηναίου δὲ φημι, τὴν παράθεσιν ὁλοσχερῶς ποιήσομαι. ἔχει δὲ οὕτως·

<ΕΚ> ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ