Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

λέγει δὲ αὐτός τε καὶ οἱ αὐτοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὡς ἔφην, καὶ Σωτῆρα καὶ Χριστὸν καὶ Λόγον καὶ Σταυρὸν καὶ Μεταγωέα καὶ Ὁροθέτην καὶ Ὅρον.

φαοὶ δὲ ἄνωθεν κατενηνοχέναι τὸ σῶμα καὶ ὡς διὰ σωλῆνος ὕδωρ διὰ Μαρίας τῆς παρθένου διεληλυθέναι, μηδὲν δὲ ἀπὸ τῆς παρθενικῆς μήτρας ἐιληφέναι, ἀλλὰ ἄνωθεν τὸ σῶμα ἔχειν, ὡς προεῖπον.

μὴ εἶναι δὲ αὐτὸν τὸν πρῶτον Λόγον μηδὲ τὸν μετὰ τὸν Λόγον Χριστὸν τὸν τὸν ὄντα ἐν τοῖς ἄνω Αἰῶσι, ἀλλὰ τοῦτον φάσκουσι προβεβλῆσθαι δι᾿ οὐδὲν ἕτερον ἢ μόνον εἰς τὸ ἐλθεῖν καὶ ἀνασῶσαι τὸ γένος τὸ ἄνωθεν πνευματικόν.