Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τὸν Ἰησοῦν > ποτὲ μὲν ἀπὸ τοῦ συσταλέντος ἀπὸ τῆς Μητρὸς αὐτῶν συναναχυθέντος <τε> τοῖς ὅλοις φησι, τουτέστιν <ἀπὸ> τοῦ Θελητοῦ, ποτὲ δὲ ἀπὸ τοῦ ἀναδραμόντος εἰς τὸ Πλήρωμα, τουτέστιν τοῦ Χριστοῦ, ποτὲ δὲ ἀπὸ τοῦ Ἀνθρώπου καἰ τῆς Ἐκκληοίας.

καἰ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὑπὸ τῆς Ἀληθείας φησὶ προβεβλῆσθαι εἰς ἀνάκριστιν καὶ καρποφορίαν τῶν Αἰώνων, ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δι᾿ οὗ τοὺς Αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς.

Πεπλήρωται τὰ Εἰρηναίου κατὰ τῶν Οὐαλεντίνων.

33. Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα * ὁ προειρημένος ἀνὴρ πρεσβύτης Εἰρηναῖος, ὁ κατὰ πάντα ἐκ πνεύματος ἁγίου κεκοσμήμένος, ὡς γενναῖος ἀθλητὴς ὑπὸ <τοῦ> κυρίου προβεβλημένος καὶ τοῖς ἐπουρανίοις χαρίσμασι τοῖς κατὰ τὴν ἀληθινὴν Πίστιν καὶ γνῶσιν, καταπαλαίσας τε καὶ καταγωνισάμενος τὴν πᾶσαν αὐτῶν ληρώδη ὑπόθεσιν, διεξῆλθεν κατὰ λεπτὸν τὰ ὑπ’ αὐτῶν κενοφωνούμενα.

ἀκρότατα δὲ αὐτοὺς ἐν τῷ ἑξῆς δευτέρῳ αὐτοῦ λόγῳ καὶ τοῖς ἄλλοις διήλεγξεν περιττοτέρως, βουλόμενός πως τὸν χαμαὶ ῥιφέντα καὶ εἰς ἡτταν τραπέντα σῦραι καὶ ἐνώπιον πάντων θριαμβεῦσαί τε καὶ φωρᾶσαι τὴν ἐν αὐτῷ τῷ ῥιφέντι ἀναίσχυντόν τε καὶ ἀσθενῆ πρόκλησιν ματαιοφροσύνης.

ἡμεῖς δὲ ἀρκεσθέντες τοῖς τε παρ΄ ἡμῶν λεχθεῖσιν ὀλίγοις καὶ τοῖς ὑπὸ τῶν τῆς ἀληθείας συγγραφέων τούτων λεχθεῖσίν τε καὶ συνταχθεῖσιν, καὶ ὁρῶντες ὅτι ἄλλοι πεπονήκασι, φημὶ δὲ Κλήμης καὶ Εἰρηναῖος καὶ Ἱππόλυτος καὶ ἄλλοι πλείους, καὶ θαυμαστῶς τὴν κατ᾿ αὐτῶν πεποίηνται ἀνατροπήν, οὐ πάνυ τι τῷ καμάτῳ προσθεῖναι ὡς προεῖπον ἠθελήσαμεν, ἱκανωθέτες προειρημένοις ἀνδράσιν καὶ αὐτὸ τοῦτο διανοηθέντες, ὅτι παντὶ [*](16 vgl. Irenaeus adv. haer. ΙΙ 1 ff V M lat. (bisZ. 8)) [*](1 ἄριστον V | ἐδογμάτισεν < lat. | ὁμοίως] similem lat. 2 ψευδωνύμως V | <δὲ> *] autem lat. 2 f συνσταλέντος Μ 3 <τε> *] et lat. 4 a lat. 6 Ἀληθείας Ausgg.] ἐκκλησίας V M verifate lat. 8 φυτὰ] folia (= φύλλα) lat. 9 Untersclirift πεπλήρωνται τὰ Εἰρηναίου κατὰ Οὐαλεντίνων V πεπλήρωται τὰ Εἰρηναίου, dann nach einer Leiste κατὰ Οὐαλεντίνων M 10 * <διηγούμενος> * 12 <τοῦ> U 15 λεπτὸν *] λόγον VM 15f καινοφωνούμενα κενοφωνούμενα Vcorr 20 προύκλησιν V 21 ὀλίγοις nachgetragen V corr < M 22 καὶ συνταχθεῖσιν am Rande nachgetragen Vcorr 23 οἵ nachgetragen Vcorr < M)

436
συνετῷ καὶ ἀπὸ αὐτῶν τῶν ἐν τοῖς διδάγμασιν αὐτῶν λόγων ἡ ἀνατροπὴ αὐτῶν † κατ᾿ αὐτῶν

34. Πρῶτον μὲν ὅτι διάφορα παρ’ αὐτοῖς τὰ φρονήματα καὶ ἕτερος τὰ τοῦ ἑτέρου καταλύειν ἐπαγγέλλεται. δεύτερον δὲ ὅτι ἀσύστατα τὰ παρ᾿ αὐτοῖς μυθοποιήματα, οὔτε που γραφῆς νόμου οὔτε τινὸς προφήτου τῶν μετὰ Μωυσέα, ἀλλ’ οὔτε οὔτε τῶν αὐτοῦ εὐαγγελιστῶν, ἀλλ’ οὕτε μὴν τῶν ἀποστόλων.