Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τὸ δὲ πλεῖον ἢ ἔλαττον κατὰ σύνεσιν εἰδέναι τινὰς οὐκ ἐν τῷ τὴν ὑπόθεσιν αὐτὴν ἀλλάσειν γίνεται καὶ ἄλλον θεὸν παρεπινοεῖν παρὰ τὸν δημιουργὸν καὶ ποιητὴν καὶ τροφέα τοῦδε τοῦ παντός, ὡς μὴ ἀρκουμένους τούτῳ, ἢ ἄλλον Χριστὸν ἢ ἄλλον Μονογενῆ,

ἀλλὰ ἐν τῷ τὰ ὅσα ἔv παραβολαῖς εἴρηται προσεπεξεργάζεσθαι καὶ συνοικειοῦν τῇ τῆς πίστεως ὑποθέσει καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν ἐπὶ τῇ ἀνθρωπότητι γενομένην ἐκδιηγεῖσθαι καὶ ὅτι ἐμακροθύμησεν ὁ θεὸς ἐπί τε τῇ τῶν παραβεβηκότων ἀγγέλων ἀποστασίᾳ καὶ ἐπὶ τῇ παρακοῇ

τῶι ἀνθρώπων σαφηνίζειν· καὶ διὰ τί τὰ μὲ πρόσκαιρα τὰ δὲ αἰώνια καὶ τὰ μὲ οὐράνια τὰ δὲ ἐπίγεια εἷς καὶ ὁ αὐτὸς θεὸς πεποίηκεν ἀπαγγέλλειν· καὶ διὰ τί ἀόρατος ὤν ἐφάνη τοῖς προφήταις ὁ θεòς οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως ἄλλοις συνιεῖν· καὶ διὰ τί διαθῆκαι πλείους γεγόνασι τῇ ἀνθρωπότητι μηνύειν, καὶ τίς ἑκάστης τῶν διαθηκῶν ὁ χαρακτὴρ διδάσκειν·

καἰ διὰ τί συνέκλεισε πάντα εἰς ἀπεἰθειαν ὁ θεός, ἴνα τοὺς πάντας ἐλεήσῃ, ἐξερευνᾶν· καὶ διὰ τί ὁ Λόγος τοῦ θεοῦ σὰρξ ἐγένετο καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ᾿ ἐσχάτων τῶν καιρῶν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχή, ἀπαγγέλλειν·

καὶ περὶ τοῦ τέλους καὶ τῶν μελλόντων ὅσα τε κεῖται ἐν ταῖς γραφαῖς, ἀναπτύσσειν· καὶ τί ὅτι τὰ ἀπεγνωσμένα ἔθνη συγκληρονόμα καὶ σύοσωμα καὶ συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ θεός, μὴ σιωπᾶν·

καὶ πῶς τὸ θνητὸν τοῦτο σαρκίον ἐνδύσεται ἀθανασίαν καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, διαγγέλλειν· πῶς τε ἐρεῖ »ὀ οὐ λαὸς λαὸς καὶ ἡ οὐκ ἠγαπημένη καὶ πῶς »πλείονα τῆς ἐρήμου τὰ τέκνα, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα« κηρύσσειν —

ἐπὶ τούτων γὰρ καὶ ἐπὶ τῶν ὀμοίων αὐτοῖς ἐπεβόησεν ὁ ἀπόστολος »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἶ ὁδοὶ αὐτοῦ«, ἀλλὰ οὐκ ἐν τῷ ὐπὲρ τὸν κτιστὴν καὶ δημιουργὸν Μητέρα τούτου καὶ αὐτῶν Ἐνθύμησιν Αἰῶνος πεπλανημένου παρεπινοεῖν καὶ εἰς τοσοῦτον ἥκειν [*](14 vgl. Rom. 11, 32 — 19f vgl. Ephes. 3, 6 — 21 vgl. I Kor. 15, 54 — 22 Hos. 2, 23 — 23 Jes. 54 1 — 25 Rom. 11, 33 V M lat.) [*](2 αὐτὴν < lat. 3 τ ρομφέα(!), τ vorgesetzt εα auf Rasur Ycorr 4 τούτους V 5 οἰκειοῦν V 6 τε < lat. | πραγματείαν] instrwnentum Isit. | 2 < V 7 γινομένην V 10 τὰ μὲν οὐράνια < Μ 11 ὁ θεὸς] dei lat. 12 ἰδέα aus εἰδέα Vcorr εἰδέα M | συνείη M adesse (= συνεῖναι) lat. 16 τῶν < M 17 ἡ ἀρχή] et non in imtio lat. 19 τί] ἔτι M 19f σύνσωμα Μ 22 ἐρεῖ ὁ] ἐρεῖς M fa[c]tus est lat. 27 τούτου Ausgg.] τούτων VM eins lat. | αὐτῶν Ausgg.] αὐτοῦ V αὐτὸν M illorum)

434
βλασφημίας·

οὐδὲ <ἐν τῷ> τὸ ὐπὲρ ταύτην πάλιν Πλήρωμα τότε μὲν τριάκοντα, νῦν δὲ † ἀνήριθμον φῦλον Αἰώνων ἐπιψεύδεσθαι, καθὼς λέγουσιν πάσης μίαν καὶ τὴν αὐτὴν πίστιν ἐχούσης εἰς πάντα τὸν κόσμον, καθὼς προέφαμεν.

32. Ἴδωμεν νῦν καὶ τὴν τούτων ἄστατον γνώμην, δύο που καὶ τριῶν ὄντων πῶς περὶ τῶν αὐτῶν οὐ τὰ | αὐτὰ λέγουσιν, ἀλλὰ τοῖς πράγμασιν καὶ τοῖς ὀνόμασιν ἐναντία ἀποφαίνονται.

ὁ με) γὰρ πρῶτος ἀπὸ τῆς λεγομένης Γνωστικῆς αἱρέσεως τὰς ἀρχὰς εῖς ἵδιον χαρακτῆρα διδασκαλείου μεθαρμόσας Οὐαλεντῖνος οὕτως ἐξεφόρησεν, ὁρισάμενος εἶναι δυάδα <τὶνὰ>

ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι Ἄρρητον, τὸ δὲ Σιγήν· ἔπειτα ἐκ ταύτης τῆς δυάδος δευτεραν δυάδα προβεβλῆσθαι, ἧς τὸ μέν τι ὀνομάζει, τὸ δὲ Ἀλήθειαν· ἐκ δὲ τῆς τετράδος ταύτης καρποφορεῖσθαι Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν· εἶναί τε ταύτην Ὀγδοάδα πρώτην, καὶ ἀπὸ μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προβεβλῆσθαι,

καθὼς προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν καἰ ὑστερήσασαν τὴν λοιπὴν πεποιῆσθαι.